Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.15-7
Not analysed yet
καὶ ἐράσμιον καὶ ἔρως ὁ αὐτὸς καὶ αὑτοῦ ἔρως, ἅτε οὐκ ἄλλως καλὸς ἢ παῤ αὑτοῦ καὶ ἐν αὑτῷ. καὶ γὰρ καὶ τὸ συνεῖναι ἑαυτῷ οὐκ ἂν ἄλλως ἔχοι, εἰ μὴ τὸ συνὸν καὶ τὸ ᾧ σύνεστιν ἓν καὶ ταὐτὸν εἴη. εἰ δὲ τὸ συνὸν τῷ ᾧ σύνεστιν ἓν καὶ τὸ οἷον ἐφιέμενον τῷ ἐφετῷ ἕν, τὸ δὲ ἐφετὸν κατὰ τὴν ὑπόστασιν καὶ οἷον ὑποκείμενον, πάλιν αὖ ἡμῖν ἀνεφάνη ταὐτὸ ἡ ἔφεσις καὶ ἡ οὐσία. εἰ δὲ τοῦτο, πάλιν αὖ αὐτός ἐστιν οὗτος ὁ ποιῶν ἑαυτὸν καὶ κύριος ἑαυτοῦ καὶ οὐχ ὥς τι ἕτερον ἠθέλησε γενόμενος, ἀλλ̓ ὡς θέλει αὐτός. καὶ μὴν καὶ λέγοντες αὐτὸν οὔτε τι εἰς αὑτὸν δέχεσθαι οὔτε ἄλλο αὐτὸν καὶ ταύτῃ ἂν εἴημεν ἔξω ποιοῦντες τοῦ τύχῃ εἶναι τοιοῦτον, οὐ μόνον τῷ μονοῦν αὐτὸν καὶ τῷ καθαρὸν ποιεῖν ἁπάντων, ἀλλ̓ ὅτι, εἴ ποτε καὶ αὐτοὶ ἐν αὑτοῖς ἐνίδοιμέν τινα φύσιν τοιαύτην οὐδὲν ἔχουσαν τῶν ἄλλων, ὅσα συνήρτηται ἡμῖν, καθ̓ ἃ πάσχειν ὅ τι περ ἂν συμβῇ καὶ κατὰ τύχην ὑπάρχει: πάντα γὰρ τὰ ἄλλα, ὅσα ἡμῶν, δοῦλα καὶ ἐκκείμενα τύχαις καὶ οἷον κατὰ τύχην προσελθόντα, τούτῳ δὲ μόνῳ τὸ κύριον αὑτοῦ καὶ τὸ αὐτεξούσιον φωτὸς ἀγαθοειδοῦς καὶ ἀγαθοῦ ἐνεργείᾳ καὶ μείζονος ἢ κατὰ νοῦν, οὐκ ἐπακτὸν τὸ ὑπὲρ τὸ νοεῖν ἐχούσῃ: εἰς ὃ δὴ ἀναβάντες καὶ γενόμενοι τοῦτο μόνον, τὰ δ̓ ἄλλα ἀφέντες, τί ἂν εἴποιμεν αὐτὸ ἢ ὅτι πλέον ἢ ἐλεύθεροι, καὶ πλέον ἢ αὐτεξούσιοι; τίς δ̓ ἂν ἡμᾶς προσάψειε τότε τύχαις ἢ τῷ εἰκῆ ἢ τῷ συμβέβηκεν αὐτὸ τὸ ἀληθινὸν ζῆν γενομένους ἢ ἐν τούτῳ γενομένους, ὃ μηδὲν ἔχει ἄλλο, ἀλλ̓ ἔστιν αὐτὸ μόνον; τὰ μὲν οὖν ἄλλα μονούμενα οὐκ ἔστιν αὑτοῖς αὐτάρκη εἶναι εἰς τὸ εἶναι: τοῦτο δ̓ ἔστιν ὃ ἔστι καὶ μονούμενον. ὑπόστασις δὲ πρώτη οὐκ ἐν ἀψύχῳ οὐδ̓ ἐν ζωῇ ἀλόγῳ: ἀσθενὴς γὰρ εἰς τὸ εἶναι καὶ αὕτη σκέδασις οὖσα λόγου καὶ ἀοριστία: ἀλλ̓ ὅσῳ πρόεισιν εἰς λόγον, ἀπολείπει τύχην: τὸ γὰρ κατὰ λόγον οὐ τύχῃ. ἀναβαίνουσι δὲ ἡμῖν ἐκεῖνο μὲν οὐ λόγος, κάλλιον δὲ ἢ λόγος: τοσοῦτο ἀπέχει τοῦ τύχῃ συμβῆναι. ῥίζα γὰρ λόγου παῤ αὑτῆς καὶ εἰς τοῦτο λήγει τὰ πάντα, ὥσπερ φυτοῦ μεγίστου κατὰ λόγον ζῶντος ἀρχὴ καὶ βάσις μένουσα αὐτὴ ἐφ̓ ἑαυτῆς, διδοῦσα δὲ κατὰ λόγον τῷ φυτῷ, ὃν ἔλαβεν, εἶναι.