Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.16-5
Not analysed yet
ἐπεὶ δέ φαμεν καὶ δοκεῖ πανταχοῦ τε εἶναι τοῦτο καὶ αὖ εἶναι οὐδαμοῦ, τοῦτό τοι χρὴ ἐνθυμηθῆναι καὶ νοῆσαι, οἷον δεῖ καὶ ἐντεῦθεν σκοπουμένοις θέσθαι περὶ ὧν ζητοῦμεν. εἰ γὰρ μηδαμοῦ, οὐδαμοῦ συμβέβηκε, καὶ εἰ πανταχοῦ, ὅσος ἐστὶν αὐτός, τοσοῦτος πανταχοῦ ὥστε τὸ πανταχοῦ καὶ τὸ πάντη αὐτός, οὐκ ἐν ἐκείνῳ ὢν τῷ πανταχοῦ, ἀλλ̓ αὐτὸς ὢν τοῦτο καὶ δοὺς εἶναι τοῖς ἄλλοις ἐν τῷ πανταχοῦ παρακεῖσθαι. ὁ δ̓ ὑπερτάτην ἔχων τάξιν, μᾶλλον δ̓ οὐκ ἔχων, ἀλλ̓ ὢν ὑπέρτατος αὐτός, πάντα δοῦλα ἔχει, οὐ συμβὰς αὐτοῖς, αὐτῷ δὲ τῶν ἄλλων, μᾶλλον δὲ περὶ αὐτὸν τῶν ἄλλων, οὐ πρὸς αὐτὰ βλέποντος αὐτοῦ, ἀλλ̓ ἐκείνων πρὸς αὐτόν: ὁ δ̓ εἰς τὸ εἴσω οἷον φέρεται αὑτοῦ οἷον ἑαυτὸν ἀγαπήσας, αὐγὴν καθαράν, αὐτὸς ὢν τοῦτο, ὅπερ ἠγάπησε: τοῦτο δ̓ ἐστὶν ὑποστήσας αὑτόν, εἴπερ ἐνέργεια μένουσα καὶ τὸ ἀγαπητότατον οἷον νοῦς. νοῦς δὲ ἐνέργημα: ὥστε ἐνέργημα ὐτ̣̔?ʼς. ἀλλὰ ἄλλου μὲν οὐδενός: ἑαυτοῦ ἄρα ἐνέργημα αὐτός. οὐκ ἄρα ὡς συμβέβηκέν ἐστιν, ἀλλ̓ ὡς ἐνεργεῖ αὐτός. ἔτι τοίνυν, εἰ ἔστι μάλιστα, ὅτι πρὸς αὑτὸν οἷον στηρίζει καὶ οἷον πρὸς αὑτὸν βλέπει καὶ τὸ οἷον εἶναι τοῦτο αὐτῷ τὸ πρὸς αὑτὸν βλέπειν, οἷον ποιοῖ ἂν αὑτόν. οὐχ ὡς ἔτυχεν ἄρα ἐστίν, ἀλλ̓ ὡς αὐτὸς ἐθέλει, καὶ οὐδ̓ ἡ θέλησις εἰκῆ οὐδ̓ οὕτω συνέβη: τοῦ γὰρ ἀρίστου ἡ θέλησις οὖσα οὐκ ἔστιν εἰκῆ. ὅτι δ̓ ἡ τοιαύτη νεῦσις αὐτοῦ πρὸς αὑτὸν οἷον ἐνέργεια οὖσα αὐτοῦ καὶ μονὴ ἐν αὑτῷ τὸ εἶναι ὃ ἔστι ποιεῖ, μαρτυρεῖ ὑποτεθὲν τοὐναντίον: ὅτι, εἰ πρὸς τὸ ἔξω νεύσειεν αὐτοῦ, ἀπολεῖ τὸ εἶναι ὅπερ ἔστι. τὸ ἄρα εἶναι ὅπερ ἔστιν ἡ ἐνέργεια ἡ πρὸς αὑτόν: τοῦτο δὲ ἓν καὶ αὐτός. αὐτὸς ἄρα ὑπέστησεν αὑτὸν συνεξενεχθείσης τῆς ἐνεργείας μετ̓ αὐτοῦ. εἰ οὖν μὴ γέγονε, ἀλλ̓ ἦν ἀεὶ ἡ ἐνέργεια αὐτοῦ καὶ οἷον ἐγρήγορσις οὐκ ἄλλου ὄντος τοῦ ἐγρηγορότος, ἐγρήγορσις καὶ ὑπερνόησις ἀεὶ οὖσα, ἔστιν οὕτως, ὡς ἐγρηγόρησεν. ἡ δὲ ἐγρήγορσίς ἐστιν ἐπέκεινα οὐσίας καὶ νοῦ καὶ ζωῆς ἔμφρονος: ταῦτα δὲ αὐτός ἐστιν. αὐτὸς ἄρα ἐστὶν ἐνέργεια ὑπὲρ νοῦν καὶ φρόνησιν καὶ ζωήν: ἐξ αὐτοῦ δὲ ταῦτα καὶ οὐ παῤ ἄλλου. παῤ αὑτοῦ ἄρα αὐτῷ καὶ ἐξ αὑτοῦ τὸ εἶναι. οὐκ ἄρα, ὡς συνέβη, οὕτως ἐστίν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός ἐστιν.