Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.16
Not analysed yet
εἰ δέ τις λέγοι τὴν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι, οὐδὲν ἐκώλυε τὴν μὲν ἐνέργειαν προτάττειν, εἶδος δὲ τὴν κίνησιν ὡς ἀτελῆ οὖσαν ὑποβάλλειν, κατηγοροῦντά γε αὐτῆς τὴν ἐνέργειαν, προστιθέντα δὲ τὸ ἀτελές. τὸ γὰρ ἀτελὲς λέγεται περὶ αὐτῆς, οὐχ ὅτι οὐδὲ ἐνέργεια, ἀλλὰ ἐνέργεια μὲν πάντως, ἔχει δὲ καὶ τὸ πάλιν: καὶ τὸ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν: ἔστι γὰρ ἤδη: ἀλλ̓ ἵνα ἐργάσηταί τι, ὃ ἕτερόν ἐστι μετ̓ αὐτήν: καὶ οὐκ αὐτὴ τελειοῦται τότε, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο: οἷον βάδισις ἐξ ἀρχῆς βάδισις ἦν. εἰ δὲ ἔδει στάδιον διανύσαι, οὔπω δὲ ἦν διανύσας, τὸ ἐλλεῖπον οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεως ἦν, ἀλλὰ τῆς ποσῆς βαδίσεως: βάδισις δὲ ἦν καὶ ὁποσηοῦν καὶ κίνησις ἤδη: ὁ γοῦν κινούμενος ἤδη κεκίνηται, καὶ ὁ τέμνων ἤδη ἔτεμε. καὶ ὡς ἡ λεγομένη ἐνέργεια οὐ δεῖται χρόνου, οὕτως οὐδ̓ ἡ κίνησις, ἀλλ̓ ἡ εἰς τοσοῦτον κίνησις: καὶ εἰ ἐν ἀχρόνῳ ʽ??ʼ ἐνέργεια, καὶ ἡ κίνησις ἡ ὅλως κίνησις. εἰ δ̓ ὅτι τὸ συνεχὲς προσλαβοῦσα πάντως ἐν χρόνῳ, καὶ ἡ ὅρασις μὴ διαλείπουσα τὸ ὁρᾶν ἐν συνεχείᾳ ἂν εἴη καὶ ἐν χρόνῳ. μαρτυρεῖ δὲ τούτῳ καὶ ἡ ἀναλογία ἡ λέγουσα ἀεὶ οἷόν τε εἶναι λαμβάνειν ἡστινοσοῦν κινήσεως καὶ μὴ εἶναι μήτε τοῦ χρόνου ἀρχὴν ἐν ᾧ καὶ ἀφ̓ οὗ ἤρξατο μήτε αὐτῆς ἀρχὴν τῆς κινήσεως, ἀλλ̓ εἶναι αὐτὴν διαιρεῖν ἐπὶ τὸ ἄνω: ὥστε ἐξ ἀπείρου συμβαίνοι ἂν τοῦ χρόνου κεκινῆσθαι τὴν ἄρτι ἀρξαμένην καὶ αὐτὴν ἄπειρον εἰς τὸ ἀρξάμενον εἶναι. τοῦτο γὰρ συμβαίνει διὰ τὸ χωρίζειν ἐνέργειαν κινήσεως καὶ τὴν μὲν ἐν ἀχρόνῳ φάσκειν γενέσθαι, τὴν δὲ χρόνου δεῖσθαι λέγειν μὴ τὴν ποσὴν μόνον, ἀλλ̓ ὅλως τὴν φύσιν αὐτῆς ἀναγκάζεσθαι ποσὴν λέγειν καίτοι ὁμολογοῦντας καὶ αὐτοὺς κατὰ συμβεβηκὸς τὸ ποσὸν αὐτῇ παρεῖναι, εἰ ἡμερησία εἴη ἢ ὁποσουοῦν χρόνου. ὥσπερ οὖν ἐνέργεια ἐν ἀχρόνῳ, οὕτως οὐδὲν κωλύει καὶ κίνησιν ἦρχθαι ἐν ἀχρόνῳ, ὁ δὲ χρόνος τῷ τοσήνδε γεγονέναι: ἐπεὶ καὶ μεταβολαὶ ἐν ἀχρόνῳ ὁμολογοῦνται γίγνεσθαι ἐν τῷ λέγεσθαι ʽὥσπερ οὐ καὶ ἀθρόας γινομένης μεταβολῆσ̓. εἰ οὖν μεταβολή, διὰ τί οὐχὶ καὶ κίνησις; εἴληπται δὲ μεταβολὴ οὐκ ἐν τῷ μεταβεβληκέναι: οὐ γὰρ τῆς ἐν τῷ μεταβεβληκέναι ἐδεῖτο.