Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.15
Not analysed yet
ἐν δὲ τῷ ποιεῖν λεγομένῳ τάδ̓ ἄν τις ἐπισκέψαιτο. λέγεται γάρ, ὡς, ἐπεὶ μετὰ τὴν οὐσίαν τὰ περὶ τὴν οὐσίαν ἦν ποσότης καὶ ἀριθμός, τὸ ποσὸν γένος ἕτερον ἦν καὶ ποιότητος οὔσης περὶ αὐτὴν ἄλλο γένος τὸ ποιόν, οὕτω καὶ ποιήσεως οὔσης ἄλλο γένος τὸ ποιεῖν. ἆῤ οὖν τὸ ποιεῖν ἢ ἡ ποίησις, ἀφ̓ ἧς τὸ ποιεῖν, ὥσπερ καὶ ποιότης, ἀφ̓ ἧς τὸ ποιόν; ἢ ἐνταῦθα ποίησις, ποιεῖν, ποιῶν εἰς ἓν ληπτέα. ἐμφαίνει δὲ μᾶλλον τὸ ποιεῖν καὶ τὸν ποιοῦντα, ἡ δὲ ποίησις οὔ: καὶ τὸ ποιεῖν ἐν ποιήσει εἶναί τινι: τοῦτο δὲ ἐνεργείᾳ: ὥστε ἐνέργειαν μᾶλλον εἶναι τὴν κατηγορίαν, ἣ περὶ τὴν οὐσίαν λέγεται θεωρεῖσθαι, ὡς ἐκεῖ ποιότης, καὶ αὐτὴ περὶ τὴν οὐσίαν ὥσπερ κίνησις, καὶ ἓν γένος ἡ κίνησις τῶν ὄντων. διὰ τί γὰρ ποιότης μὲν ἕν τι περὶ τὴν οὐσίαν, καὶ ποσότης ἕν τι, καὶ πρός τι διὰ τήν σχέσιν ἄλλου πρὸς ἄλλο, κινήσεως δὲ περὶ τὴν οὐσίαν οὔσης οὐκ ἔσται τι καὶ κίνησις ἓν γένος;