Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.16-4
Not analysed yet
χρὴ δὲ μηδ̓ ἀεὶ ἐν τῷ πολλῷ τούτῳ καλῷ μένειν, μεταβαίνειν δ̓ ἔτι πρὸς τὸ ἄνω ἀίξαντα καὶ ἀφέντα τοῦτο, οὐκ ἐκ τούτου τοῦ οὐρανοῦ, ἀλλ̓ ἐξ ἐκείνου, θαυμάσαντα τίς ὀ γεννήσας καὶ ὅπως. ἕκαστον μὲν οὖν εἶδος ἕκαστον καὶ ἴδιος οἷον τύπος: ἀγαθοειδὲς δὲ ὂν κοινὸν τὸ ἐπιθέον ἐπὶ πᾶσιν ἔχει. ἔχει μὲν οὖν καὶ τὸ ὂν ἐπὶ πᾶσιν, ἔχει δὲ καὶ τὸ ζῷον ἕκαστον ζωῆς κοινῆς ἐπὶ πᾶσιν ὑπαρχούσης, τάχα δ̓ ἂν καὶ ἄλλα. ἀλλὰ καθ̓ ὅσον ἀγαθὰ καὶ διότι ἀγαθά, τί ἂν εἴη; πρὸς δὴ τὴν τοιαύτην σκέψιν τάχ̓ ἂν εἴη προὔργου ἄρξασθαι ἐντεῦθεν. ἆρα, ὅτε ἑώρα πρὸς τὸ ἀγαθόν, ἐνόει ὡς πολλὰ τὸ ἓν ἐκεῖνο καὶ ἓν ὢν αὐτὸς ἐνόει αὐτό, πολλὰ μερίζων αὐτὸ παῤ αὑτῷ τῷ νοεῖν μὴ ὅλον ὁμοῦ δύνασθαι; ἀλλ̓ οὔπω νοῦς ἦν ἐκεῖνο βλέπων, ἀλλ̓ ἔβλεπεν ἀνοήτως. ἢ φατέον ὡς οὐδ̓ ἑώρα πώποτε, ἀλλ̓ ἔζη μὲν πρὸς αὐτὸ καὶ ἀνήρτητο αὐτοῦ καὶ ἐπέστραπτο πρὸς αὐτό, ἡ δὲ κίνησις αὕτη πληρωθεῖσα τῷ ἐκεῖ κινεῖσθαι καὶ περὶ ἐκεῖνο ἐπλήρωσεν αὐτὸν καὶ οὐκέτι κίνησις ἦν μόνον, ἀλλὰ κίνησις διακορὴς καὶ πλήρης: ἑξῆς δὲ πάντα ἐγένετο καὶ ἔγνω τοῦτο ἐν συναισθήσει αὑτοῦ καὶ νοῦς ἤδη ἦν, πληρωθεὶς μέν, ἵν̓ ἔχῃ, ὃ ὄψεται, βλέπων δὲ αὐτὰ μετὰ φωτὸς παρὰ τοῦ δόντος ἐκεῖνα καὶ τοῦτο κομιζόμενος. διὰ τοῦτο οὐ μόνον λέγεται τῆς οὐσίας, ἀλλὰ καὶ τοῦ ὁρᾶσθαι αὐτήν, αἴτιος ἐκεῖνος εἶναι. ὥσπερ δὲ ὁ ἥλιος τοῦ ὁρᾶσθαι τοῖς αἰσθητοῖς καὶ τοῦ γίνεσθαι αἴτιος ὢν αἴτιός πως καὶ τῆς ὄψεως ἐστιν —οὔκουν οὔτε ὄψις οὔτε τὰ γινόμενα —οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ φύσις αἰτία οὐσίας καὶ νοῦ οὖσα καὶ φῶς κατὰ τὸ ἀνάλογον τοῖς ἐκεῖ ὁρατοῖς καὶ τῷ ὁρῶντι οὔτε τὰ ὄντα οὔτε νοῦς ἐστιν, ἀλλὰ αἴτιον τούτων καὶ νοεῖσθαι φωτὶ τῷ ἑαυτοῦ εἰς τὰ ὄντα καὶ εἰς τὸν νοῦν παρέχον. πληρούμενος μὲν οὖν ἐγίνετο, πληρωθεὶς δὲ ἦν, καὶ ὁμοῦ ἀπετελέσθη καὶ ἑώρα. ἀρχὴ δὲ αὐτοῦ ἐκεῖνο τὸ πρὶν πληρωθῆναι ἦν: ἑτέρα δὲ ἀρχὴ οἱονεὶ ἔξωθεν ἡ πληροῦσα ἦν, ἀφ̓ ἧς οἷον ἐτυποῦτο πληρούμενος.