Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.17-5
Not analysed yet
ἀλλὰ πῶς ταῦτα ἐν αὐτῷ, καὶ αὐτὸς οὐκ ὄντων ἐκεῖ ἐν τῷ πληρώσαντι, οὐδ̓ αὖ ἐν αὐτῷ τῷ πληρουμένῳ; ὅτε γὰρ μήπω ἐπληροῦτο, οὐκ εἶχεν. ἢ οὐκ ἀνάγκη, ὅ τις δίδωσι, τοῦτο ἔχειν, ἀλλὰ δεῖ ἐν τοῖς τοιούτοις το μὲν διδὸν μεῖζον νομίζειν, τὸ δὲ διδόμενον ἔλαττον τοῦ διδόντος: τοιαύτη γὰρ ἡ γένεσις ἐν τοῖς οὖσι. πρῶτον γὰρ δεῖ τὸ ἐνεργείᾳ εἶναι, τὰ δ̓ ὕστερα δυνάμει εἶναι τὰ πρὸ αὐτῶν: καὶ τὸ πρῶτον δὲ ἐπέκεινα τῶν δευτέρων καὶ τοῦ διδομένου τὸ διδὸν ἐπέκεινα ἦν: κρεῖττον γάρ. εἴ τι τοίνυν ἐνεργείας πρότερον, ἐπέκεινα ἐνεργείας, ὥστε καὶ ἐπέκεινα ζωῆς. εἰ οὖν ζωὴ ἐν τούτῳ, ὁ διδοὺς ἔδωκε μὲν ζωήν, καλλίων δὲ καὶ τιμιώτερος ζωῆς. εἶχεν οὖν ζωὴν καὶ οὐκ ἐδεῖτο ποικίλου τοῦ διδόντος, καὶ ἦν ἡ ζωὴ ἴχνος τι ἐκείνου, οὐκ ἐκείνου ζωή. πρὸς ἐκεῖνο μὲν οὖν βλέπουσα ἀόριστος ἦν, βλέψασα δ̓ ἐκεῖ ὡρίζετο ἐκείνου ὅρον οὐκ ἔχοντος. εὐθὺς γὰρ πρὸς ἕν τι ἰδοῦσα ὁρίζεται τούτῳ καὶ ἴσχει ἐν αὑτῇ ὅρον καὶ πέρας καὶ εἶδος: καὶ τὸ εἶδος ἐν τῷ μορφωθέντι, τὸ δὲ μορφῶσαν ἄμορφον ἦν: ὁ δὲ ὅρος οὐκ ἔξωθεν, οἷον μεγέθει περιτεθείς, ἀλλ̓ ἦν πάσης ἐκείνης τῆς ζωῆς ὁ ὅρος πολλῆς καὶ ἀπείρου οὔσης, ὡς ἂν παρὰ τοιαύτης φύσεως ἐκλαμψάσης, ζωή τε ἦν οὐ τοῦδε: ὥριστο γὰρ ἂν ὡς ἀτόμου ἤδη. ἀλλ̓ ὥριστο μέντοι: ἦν ἄρα ὁρισθεῖσα ὡς ἑνός τινος πολλοῦ. ὥριστο δὴ καὶ ἕκαστον τῶν πολλῶν, διὰ μὲν τὸ πολὺ τῆς ζωῆς πολλὰ ὁρισθέν, διὰ δὲ αὖ τὸν ὅρον ἕν. τί οὖν τὸ ἓν ὡρίσθη; νοῦς: ὁρισθεῖσα γὰρ ζωὴ νοῦς: τί δὲ τὸ πολλά; νόες πολλοί. πάντα οὖν νόες, καὶ ὁ μὲν πᾶς νοῦς, οἱ δὲ ἕκαστοι νοῖ. ὁ δὲ πᾶς νοῦς ἕκαστον περιέχων ἆρα ταὐτὸν ἕκαστον περιέχει; ἀλλ̓ ἕνα ἂν περιεῖχεν. εἰ οὖν πολλοί, διαφορὰν δεῖ εἶναι. πάλιν οὖν πῶς ἕκαστος διαφορὰν ἔσχεν; ἢ ἐν τῷ καὶ εἷς ὅλως γενέσθαι ειχε τὴν διαφοράν: οὐ γὰρ ταὐτὸν ὁτῳοῦν νῷ τὸ πᾶν. ἦν οὖν ἡ μὲν ζωὴ δύναμις πᾶσα, ἡ δὲ ὅρασις ἡ ἐκεῖθεν δύναμις πάντων, ὁ δὲ γενόμενος νοῦς αὐτὰ ἀνεφάνη τὰ πάντα. ὁ δὲ ἐπικάθηται αὐτοῖς, οὐχ ἵνα ἱδρυθῇ, ἀλλ̓ ἵνα ἱδρύσῃ εἶδος ἰδὼν τῶν πρώτων ἀνείδεον αὐτό. καὶ νοῦς δὲ γίνεται πρὸς ψυχὴν οὕτω φῶς εἰς αὐτήν, ὡς ἐκεῖνος εἰς νοῦν: καὶ ὅταν καὶ οὗτος ὁρίσῃ τὴν ψυχήν, λογικὴν ποιεῖ δοὺς αὐτῇ ὧν ἔσχεν ἴχνος ἴχνος οὖν καὶ νοῦς ἐκείνου: ἐπεὶ δὲ ὁ νοῦς εἶδος καὶ ἐν ἐκστάσει καὶ πλήθει, ἐκεῖνος ἄμορφος καὶ ἀνείδεος: οὕτω γὰρ εἰδοποιεῖ. εἰ δ̓ ἦν ἐκεῖνος εἶδος, ὁ νοῦς ἦν ἂν λόγος. ἔδει δὲ τὸ πρῶτον μὴ πολὺ μηδαμῶς εἶναι: ἀνήρτητο γὰρ ἂν τὸ πολὺ αὐτοῦ εἰς ἕτερον αὖ πρὸ αὐτοῦ.