Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.17-2
Not analysed yet
ἀλλὰ τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ αἱ ἀρεταὶ διὰ τί οὐκ ἐν τοῖς πρώτοις, ἐπιστήμη, νοῦς; ἢ τὸ μὲν ἀγαθόν, εἰ τὸ πρῶτον, ἣν δὴ λέγομεν τὴν τοῦ ἀγαθοῦ φύσιν, καθ̓ ἧς οὐδὲν κατηγορεῖται, ἀλλ̓ ἡμεῖς μὴ ἔχοντες ἄλλως σημῆναι οὕτω λέγομεν, γένος οὐδενὸς ἂν εἴη. οὐ γὰρ κατ̓ ἄλλων λέγεται ἢ ἦν ἂν καθ̓ ὧν λέγεται ἕκαστον ἐκεῖνο λεγόμενον: καὶ πρὸ οὐσίας δὲ ἐκεῖνο, οὐκ ἐν οὐσίᾳ. εἰ δ̓ ὡς ποιὸν τὸ ἀγαθόν, ὅλως τὸ ποιὸν οὐκ ἐν τοῖς πρώτοις. τί οὖν; ἡ τοῦ ὄντος φύσις οὐκ ἀγαθόν; ἢ πρῶτον μὲν ἄλλως καὶ οὐκ ἐκείνως, ὡς τὸ πρῶτον: καὶ ἔστιν ἀγαθὸν οὐχ ὡς ποιόν, ἀλλ̓ ἐν αὐτῷ. ἀλλὰ καὶ τὰ ἄλλα ἔφαμεν γένη ἐν αὐτῷ, καὶ διότι κοινόν τι ἦν ἕκαστον καὶ ἐν πολλοῖς ἑωρᾶτο, γένος. εἰ οὖν καὶ τὸ ἀγαθὸν ὁρᾶται ἐφ̓ ἑκάστῳ μέρει τῆς οὐσίας ἢ τοῦ ὄντος ἢ ἐπὶ τοῖς πλείστοις, διὰ τί οὐ γένος καὶ ἐν τοῖς πρώτοις; ἢ ἐν ἅπασι τοῖς μέρεσιν οὐ ταὐτόν, ἀλλὰ πρώτως καὶ δευτέρως καὶ ὑστέρως: ἢ γὰρ ὅτι θάτερον παρὰ θατέρου, τὸ ὕστερον παρὰ τοῦ προτέρου, ἢ ὅτι παῤ ἑνὸς πάντα τοῦ ἐπέκεινα, ἄλλα ἄλλως κατὰ φύσιν τὴν αὐτῶν μεταλαμβάνει. εἰ δὲ δὴ καὶ γένος ἐθέλοι τις θέσθαι, ὕστερον: ὕστερον γὰρ τῆς οὐσίας καὶ τοῦ τί ἐστι τὸ εἶναι αὐτὸ ἀγαθόν, κἂν ἀεὶ συνῇ, ἐκεῖνα δὲ ἦν τοῦ ὄντος ᾗ ὂν καὶ εἰς τὴν οὐσίαν. ἐντεῦθεν γὰρ καὶ τὸ ἐπέκεινα τοῦ ὄντος, ἐπειδὴ τὸ ὂν καὶ ἡ οὐσία οὐ δύναται μὴ πολλὰ εἶναι, ἀλλὰ ἀνάγκη αὐτὸ ἔχειν ταῦτα ἠριθμημένα γένη καὶ εἶναι ἓν πολλά. εἰ μέντοι τὸ ἀγαθὸν τὸ ἐν τῷ ὄντι μὴ ὀκνοῖμεν λέγειν τὴν ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν πρὸς τὸ ἕν, τοῦτο εἶναι τὸ ἀγαθὸν αὐτοῦ, ἵν̓ ἐκεῖθεν ἀγαθοειδὲς ᾖ, ἔσται τὸ ἀγαθὸν τοῦτο ἐνέργεια πρὸς τὸ ἀγαθόν: τοῦτο δὲ ἡ ζωὴ αὐτοῦ: τοῦτο δὲ ἡ κίνησις, ἣ ἤδη ἐστὶν ἕν τι τῶν γενῶν.