Ancient Greek · ~13 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.18.1
Not analysed yet
ἀλλὰ γὰρ ὁ ἀριθμὸς ἐκεῖ ὥρισται: ἡμεῖς δ̓ ἐπινοήσομεν πλείονα τοῦ προτεθέντος, καὶ τὸ ἄπειρον οὕτως ἀριθμούντων. ἐκεῖ δὲ ἐπινοῆσαι πλέον οὐκ ἔστι τοῦ ἐπινοηθέντος: ἤδη γὰρ ἔστιν: οὐδ̓ ἐλήφθη τις οὐδὲ ληφθήσεται, ἵνα τις καὶ προστεθῇ αὐτῷ. εἴη δὲ ἂν κἀκεῖ ἄπειρος, ὅτι οὐκ ἔστι μεμετρημένος: ὑπὸ τίνος γάρ; ἀλλ̓ ὃς ἔστι, πᾶς ἐστιν ἓν ὢν καὶ ὁμοῦ καὶ ὅλος δὴ καὶ οὐ περιειλημμένος πέρατί τινι, ἀλλ̓ ἑαυτῷ ὢν ὃς ἔστι: τῶν γὰρ ὄντων ὅλως οὐδὲν ἐν πέρατι, ἀλλ̓ ἔστι τὸ πεπερασμένον καὶ μεμετρημένον τὸ εἰς ἀπειρίαν κωλυθὲν δραμεῖν καὶ μέτρου δεόμενον: ἐκεῖνα δὲ πάντα μέτρα, ὅθεν καὶ καλὰ πάντα. καὶ γάρ, ᾗ ζῷον, καλόν, ἀρίστην τὴν ζωὴν ἔχον, οὐδεμιᾷ ζωῇ ἐλλεῖπον, οὐδ̓ αὖ πρὸς θάνατον συμμιγῆ ἔχον τὴν ζωήν: οὐδὲν γὰρ θνητὸν οὐδ̓ ἀποθνῆσκον: οὐδ̓ αὖ ἀμενηνὴ ἡ ζωὴ τοῦ ζῴου αὐτοῦ, ἀλλ̓ ἡ πρώτη καὶ ἐναργεστάτη καὶ τὸ τρανὸν ἔχουσα τοῦ ζῆν, ὥσπερ τὸ πρῶτον φῶς, ἀφ̓ οὗ καὶ αἱ ψυχαὶ ζῶσί τε ἐκεῖ καὶ αἱ δεῦρο ἰοῦσαι κομίζονται. οἶδε δὲ καὶ ὅτου χάριν ζῇ καὶ πρὸς ὃ ζῇ, ἀφ̓ οὗ καὶ ζῇ: ἐξ οὗ γὰρ καὶ εἰς ὃ ζῇ. ἡ δὲ πάντων φρόνησις καὶ ὁ πᾶς νοῦς ἐπὼν καὶ συνὼν καὶ ὁμοῦ ὢν ἀγαθώτερον αὐτὸ ἐπιχρώσας καὶ συγκερασάμενος φρόνησιν σεμνότερον αὐτοῦ τὸ κάλλος παρέχεται: ἐπεὶ καὶ ἐνταῦθα φρόνιμος ζωὴ τὸ σεμνὸν καὶ τὸ καλὸν κατὰ ἀλήθειάν ἐστι, καίτοι ἀμυδρῶς ὁρᾶται: ἐκεῖ δὲ καθαρῶς ὁρᾶται. δίδωσι γὰρ τῷ ὁρῶντι ὅρασιν καὶ δύναμιν εἰς τὸ μᾶλλον ζῆν καὶ μᾶλλον εὐτόνως ζῶντα ὁρᾶν καὶ γενέσθαι ὃ ὁρᾷ. ἐνταῦθα μὲν γὰρ ἡ ποσβολὴ καὶ πρὸς ἄψυχα ἡ πολλή, καὶ ὅταν πρὸς ζῷα, τὸ μὴ ζῶν αὐτῶν προβέβληται, καὶ ἡ ἔνδον ζωὴ μέμικται. ἐκεῖ δὲ ζῷα πάντα καὶ ὅλα ζῶντα καὶ καθαρά, κἂν ὡς οὐ ζῷόν τι λάβῃς, ἐξέλαμψεν αὑτοῦ εὐθέως καὶ αὐτὸ τὴν ζωήν: τὴν δὲ οὐσίαν ἐν αὐτοῖς διαβᾶσαν, ἀκίνητον εἰς μεταβολὴν παρέχουσαν αὐτοῖς τὴν ζωὴν καὶ τὴν φρόνησιν καὶ τὴν ἐν αὐτοῖς σοφίαν καὶ ἐπιστήμην θεασάμενος τὴν κάτω φύσιν ἅπασαν γελάσει τῆς εἰς οὐσίαν προσποιήσεως. παρὰ γὰρ ταύτης μένει μὲν ζωή, μένει δὲ νοῦς, ἕστηκε δὲ ἐν αἰῶνι τὰ ὄντα: ἐξίστησι δὲ οὐδὲν οὐδέ τι τρέπει οὐδὲ παρακινεῖ αὐτό: οὐδὲ γὰρ ἔστι τι ὂν μετ̓ αὐτό, ὃ ἐφάψεται αὐτοῦ: εἰ δέ τι ην, ὑπὸ τούτου ἂν ἦν: καὶ εἰ ἐναντίον τι ἦν, ἀπαθὲς ἂν ἦν τοῦτο ὑπ’ αὐτοῦ τοῦ ἐναντίου. ὂν δὲ αὐτὸ οὐκ ἂν τοῦτο ἐποίησεν ὄν, ἀλλ̓ ἕτερον πρὸ αὐτοῦ κοινὸν καὶ ἦν ἐκεῖνο τὸ ὄν: ὥστε ταύτῃ Παρμενίδης ὀρθῶς ἓν εἰπὼν τὸ ὄν: καὶ οὐ δἰ ἐρημίαν ἄλλου ἀπαθές, ἀλλ̓ ὅτι ὄν. μόνῳ γὰρ τούτῳ παῤ αὑτοῦ ἔστιν εἶναι. πῶς ἂν οὖν τις τὸ ὂν παῤ αὐτοῦ ἀφέλοιτο ἢ ὁτιοῦν ἄλλο, ὅσα ὄντως ἐνἑ̣?ʼγείᾳ καὶ ὅσα ἀπ̓ αὐτοῦ; ἕως γὰρ ἂν ᾖ, χορηγεῖ: ἔστι δ̓ ἀεί: ὥστε κἀκεῖνα. οὕτω δ̓ ἐστὶν ἐν δυνάμει καὶ κάλλει μέγα, ὥστε θέλγειν καὶ τὰ πάντα ἀνηρτῆσθαι αὐτοῦ καὶ ἴχνος αὐτοῦ παῤ αὐτοῦ ἔχοντα ἀγαπᾶν καὶ μετὰ τοῦτο τἀγαθὸν ζητεῖν: τὸ γὰρ εἶναι πρὸ ἐκείνου ὡς πρὸς ἡμᾶς, καὶ ὁ πᾶς δὲ κόσμος οὗτος καὶ ζῆν καὶ φρονεῖν, ἵνα ᾖ, θέλει, καὶ πᾶσα ψυχὴ καὶ πᾶς νοῦς ὃ ἔστιν εἶναι: τὸ δὲ εἶναι αὔταρκες ἑαυτῷ.