Ancient Greek · ~12 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.18.1-3
Not analysed yet
καὶ σὺ ζητῶν μηδὲν ἔξω ζήτει αὐτοῦ, ἀλλ̓ εἴσω πάντα τὰ μετ̓ αὐτόν: αὐτὸν δὲ ἔα. τὸ γὰρ ἔξω αὐτός ἐστι, περίληψις πάντων καὶ μέτρον. ἢ εἴσω ἐν βάθει. τὸ δ̓ ἔξω αὐτοῦ, οἷον κύκλῳ ἐφαπτόμενον αὐτοῦ καὶ ἐξηρτημένον πᾶν, ὁ λόγος καὶ νοῦς: μᾶλλον δ̓ ἂν εἴη νοῦς, καθ̓ ὃ ἐφάπτεται καὶ ᾗ ἐφάπτεται αὐτοῦ καὶ ᾗ ἐξήρτηται, ἅτε παῤ ἐκείνου ἔχων τὸ νοῦς εἶναι. ὥσπερ ἂν οὖν κύκλος ἐφαπτόμενος κέντρου ὁμολογοῖτο ἂν τὴν δύναμιν παρὰ τοῦ κέντρου ἔχειν, καὶ οἷον κεντροειδής, ᾗ γραμμαὶ ἐν κύκλῳ πρὸς κέντρον ἓν συνιοῦσαι τὸ πέρας αὑτῶν τὸ πρὸς τὸ κέντρον ποιοῦσι τοιοῦτον εἶναι οἷον τὸ πρὸς ὃ ἠνέχθησαν καὶ ἀφ̓ οὗ οἷον ἐξέφυσαν, μείζονος ὄντος ἢ κατὰ ταύτας τὰς γραμμὰς καὶ τὰ πέρατα αὐτῶν —καὶ ἔστι μὲν οἷον ἐκεῖνο, ἀμυδρὰ δὲ καὶ οἷον ἴχνη ἐκείνου τοῦ ὅτι δύναται αὐτὰ καὶ τὰς γραμμὰς δυναμένου, αἳ πανταχοῦ ἔχουσιν αὐτό, καὶ ἐμφαίνεται διὰ τῶν γραμμῶν, οἷόν ἐστιν ἐκεῖνο, οἷον ἐξελιχθὲν οὐκ ἐξεληλιγμένον —οὕτω τοι καὶ τὸν νοῦν καὶ τὸ ὂν χρὴ λαμβάνειν, γενόμενον ἐξ ἐκείνου καὶ οἷον ἐκχυθὲν καὶ ἐξελιχθὲν καὶ ἐξηρτημένον ἐκ τῆς αὐτοῦ νοερᾶς φύσεως μαρτυρεῖν τὸν οἷον ἐν ἑνὶ νοῦν οὐ νοῦν ὄντα: ἓν γάρ: ὥσπερ οὐδ̓ ἐκεῖ γραμμὰς οὐδὲ κύκλον τὸ κέντρον, κύκλου δὲ καὶ γραμμῶν πατέρα, ἴχνη αὑτοῦ δόντα καὶ δυνάμει μενούσῃ γραμμὰς καὶ κύκλον οὐ πάντη ἀπηρτημένα αὐτοῦ ῥώμῃ τινὶ γεγεννηκότα. οὕτω τοι κἀκεῖνο τῆς νοερᾶς περιθεούσης δυνάμεως τὸ οἷον ἰνδάλματος αὐτοῦ ἀρχέτυπον ἐν ἑνὶ πολλοῖς καὶ εἰς πολλὰ οἷον κεκινημένου καὶ νοῦ διὰ ταῦτα γενομένου, ἐκείνου πρὸ νοῦ μείναντος, τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος, τίς ἂν συντυχία ἢ τί αὐτόματον ἢ τί ὡς συνέβη εἶναι τῆς τοιαύτης δυνάμεως τῆς νοοποιοῦ καὶ ὄντος ποιητικῆς πλησίον ἥκοι; οἷον γὰρ τὸ ἐν νῷ πολλαχῇ μεῖζον τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνῳ ὥσπερ φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὑτῷ ὄντος διαφανοῦς, εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δ̓ ἀφ̓ οὗ τὸ ἀληθές: οὐ μὴν ἀλλοειδὲς τὸ σκεδασθὲν εἴδωλον ὁ νοῦς, ὃς οὐ τύχῃ, ἀλλὰ καθ̓ ἕκαστον αὐτοῦ λόγος καὶ αἰτία. αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου. μειζόνως ἄρα οἷον αἰτιώτατον καὶ ἀληθέστερον αἰτία, ὁμοῦ πάσας ἔχον τὰς μελλούσας ἀπ̓ αὐτοῦ ἔσεσθαι νοερὰς αἰτίας καὶ γεννητικὸν τοῦ οὐχ ὡς ἔτυχεν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός. ἡ δὲ θέλησις οὐκ ἄλογος ἦν οὐδὲ τοῦ εἰκῆ οὐδ̓ ὡς ἐπῆλθεν αὐτῷ, ἀλλ̓ ὡς ἔδει, ὡς οὐδενὸς ὄντος ἐκεῖ εἰκῆ. ὅθεν καὶ δέον καὶ καιρὸν ὁ Πλάτων ὡς οἷόν τε ἦν σημῆναι ἐφιέμενος, ὅτι πόρρω τοῦ ὡς ἔτυχεν, ἀλλ̓ ὅπερ ἔστι, τοῦτο δέον. εἰ δὲ τὸ δέον τοῦτο, οὐκ ἀλόγως τοῦτο, καὶ εἰ καιρός, τὸ μάλιστα κυριώτατον ἐν τοῖς μετ̓ αὐτὸ καὶ πρότερον αὑτῷ καὶ οὐχ οἷον ἔτυχε τοῦτό ἐστιν, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ οἷον ἐβουλήθη αὐτός, εἴπερ τὰ δέοντα βούλεται καὶ ἓν τὸ δέον καὶ ἡ τοῦ δέοντος ἐνέργεια: καὶ ἔστι δέον οὐχ ὡς ὑποκείμενον, ἀλλ̓ ὡς ἐνέργεια πρώτη τοῦτο ἑαυτὴν ἐκφήνασα, ὅπερ ἔδει. οὕτω γὰρ δεῖ αὐτὸν λέγειν ἀδυνατοῦντα λέγειν ὥς τις ἐθέλει.