Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.19-4
Not analysed yet
λαμβανέτω τις οὖν ἐκ τῶν εἰρημένων ἀνακινηθεὶς πρὸς ἐκεῖνο ἐκεῖνο αὐτὸ καὶ θεάσεται καὶ αὐτὸς οὐχ ὅσον θέλει εἰπεῖν δυνάμενος. ἰδὼν δὲ ἐκεῖνο ἐν αὑτῷ πάντα λόγον ἀφεὶς θήσεται παῤ αὑτοῦ ἐκεῖνο τοῦτο ὄν, ὡς, εἴπερ εἶχεν οὐσίαν, δούλην ἂν αὐτοῦ τὴν οὐσίαν εἶναι καὶ οἷον παῤ αὐτοῦ εἶναι: οὐδ̓ ἂν τολμήσειέ τις ἰδὼν ἕτι τὸ ὡς συνέβη λέγειν, οὐδ̓ ἂν ὅλως φθέγξασθαι δύναιτο. ἐκπλαγείη γὰρ ἂν τολμῶν, καὶ οὐδ̓ ἂν ἔχοι ἀίξας ποῦ εἰπεῖν περὶ αὐτοῦ πάντη αὐτῷ ἐκείνου οἷον πρὸ ὀμμάτων τῆς ψυχῆς προφαινομένου καί, ὅπῃ ἂν ἀτενίσῃ, ἐκεῖνον βλέποντος, εἰ μή που ἄλλῃ ἀφεὶς τὸν θεὸν ἀτενίσῃ μηδὲν ἔτι περὶ αὐτοῦ διανοούμενος. χρὴ δὲ ἴσως καὶ τὸ ἐπέκεινα οὐσίας καὶ ταύτῃ νοεῖσθαι τοῖς παλαιοῖς λεγόμενον δἰ αἰνίξεως, οὐ μόνον ὅτι γεννᾷ οὐσίαν, ἀλλ̓ ὅτι οὐ δουλεύει οὔτε οὐσίᾳ οὔτε ἑαυτῷ, οὐδέ ἐστιν αὐτῷ ἀρχὴ ἡ οὐσία αὐτοῦ, ἀλλ̓ αὐτὸς ἀρχὴ τῆς οὐσίας ὢν οὐχ αὑτῷ ἐποίησε τὴν οὐσίαν, ἀλλὰ ποιήσας ταύτην ἔξω εἴασεν ἑαυτοῦ, ἅτε οὐδὲν τοῦ εἶναι δεόμενος, ὃς ἐποίησεν αὐτό. οὐ τοίνυν οὐδὲ καθ̓ ὃ ἔστι ποιεῖ τὸ ἔστι.