Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.19-2
Not analysed yet
τῇ δὲ ποιότητι συντακτέον, ὥσπερ ἐδόκει, καὶ τοὺς κατ̓ αὐτὰς ποιούς, καθ̓ ὅσον ποιότης περὶ αὐτούς, οὐ προσποιουμένους αὐτούς, ἵνα μὴ κατηγορίαι δύο, ἀλλ̓ εἰς τοῦτο ἀνιόντας ἀπ̓ αὐτῶν, ἀφ̓ οὗ λέγονται. τὸ δὲ οὐ λευκόν, εἰ μὲν σημαίνει ἄλλο χρῶμα, ποιότης. εἰ δὲ ἀπόφασις μόνον εἴη πραγμάτων ἢ ἐξαρίθμησις, οὐδὲν ἂν εἴη, εἰ μὴ: φωνὴ ἢ ὄνομα ἢ λόγος γινομένου καὶ αὐτοῦ πράγματος: καὶ εἰ μὲν φωνή, κίνησίς τις, εἰ δ̓ ὄνομα ἢ λόγος, πρός τι, καθὸ σημαντικά. εἰ δὲ μὴ μόνον πραγμάτων ἡ ἐξαρίθμησις κατὰ γένος, ἀλλὰ δεῖ καὶ τὰ λεγόμενα καὶ τὰ σημαίνοντα, τίνος ἕκαστον γένους σημαντικόν, ἐροῦμεν τὰ μὲν τίθεσθαι αὐτὰ μόνον δηλοῦντα, τὰ δὲ ἀναιρεῖν αὐτά: καίτοι βέλτιον ἴσως τὰς ἀποφάσεις αὐτῶν μὴ συναριθμεῖν τάς τε καταφάσεις μὴ συναριθμοῦντας διὰ τὸ σύνθετον. τὰς δὲ στερήσεις πῶς; εἰ ὧν αἱ στερήσεις ποιότητες, καὶ αὐταὶ ποιότητες, οἷον νωδὸς ἢ τυφλός: ὁ δὲ γυμνὸς καὶ ἠμφιεσμένος οὐδέτερος ποιός, ἀλλὰ μᾶλλόν πως ἔχων: ἐν σχέσει οὖν τῇ πρὸς ἄλλο. πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἔτι οὐ ποιότης, ἀλλά τις κίνησις: τὸ δὲ ἐν τῷ πεπονθέναι καὶ ἔχειν μένον ἤδη τὸ πάθος ποιότης: εἰ δὲ μὴ ἔχοι ἔτι τὸ πάθος, λέγοιτο δὲ πεπονθέναι, κεκινῆσθαι. τοῦτο δὲ ταὐτὸν τῷ ἦν ἐν κινήσει. δεῖ δὲ μόνον κίνησιν νοεῖν ἀφαιροῦντα τὸν χρόνον: οὐδὲ γὰρ οὐδὲ τὸ νῦν προσλαμβάνειν προσήκει. τὸ δὲ καλῶς καὶ τὰ τοιαῦτα εἰς μίαν νόησιν τὴν τοῦ γένους ἀνακτέον. εἰ δὲ τὸ μὲν ἐρυθριᾶν εἰς τὸ ποιὸν ἀνακτέον, τὸν δὲ ἐρυθρὸν μηκέτι, ἐπισκεπτέον. τὸ μὲν γὰρ ἐρυθαίνεσθαι ὀρθῶς οὐκ ἀνακτέον: πάσχει γὰρ ἢ ὅλως κινεῖται: εἰ δὲ μηκέτι ἐρυθαίνεται, ἀλλ̓ ἤδη ἐστι, διὰ τί οὐ ποιός; οὐ γὰρ χρόνῳ ὁ ποιός. ἢ τίνι ὁριστέον; ἀλλὰ τῷ τοιῷδε, καὶ ἐρυθρὸν λέγοντες ποιὸν λέγομεν: ἢ οὕτως τὰς ἕξεις μόνας ποιότητας ἐροῦμεν, τὰς δὲ διαθέσεις οὐκέτι. καὶ θερμὸς τοίνυν οὐχ ὁ θερμαινόμενος, καὶ νοσῶν οὐχ ὁ ἀγόμενος εἰς νόσον.