Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.20-3
Not analysed yet
ὁρᾶν δὲ δεῖ, εἰ μὴ πάσῃ ποιότητί ἐστί τις ἄλλη ἐναντία: ἐπεὶ καὶ τὸ μέσον τοῖς ἄκροις δοκεῖ ἐπ’ ἀρετῆς καὶ κακίας ἐναντίον εἶναι. ἀλλ̓ ἐπὶ τῶν χρωμάτων τὰ μεταξὺ οὐχ οὕτως. εἰ μὲν οὖν, ὅτι μίξεις τῶν ἄκρων τὰ μεταξύ, ἔδει μὴ ἀντιδιαιρεῖν, ἀλλὰ λευκῷ καὶ μέλανι, τὰ δ̓ ἄλλα συνθέσεις. ἢ τῷ μίαν τινὰ ἄλλην ἐπὶ τῶν μεταξύ, κἂν ἐκ συνθέσεως ᾖ θεωρεῖσθαι, ἀντιτίθεμεν. ἢ ὅτι τὰ ἐναντία οὐ μόνον διαφέρει, ἀλλὰ καὶ πλεῖστον. ἀλλὰ κινδυνεύει τὸ πλεῖστον διαφέρειν λαμβάνεσθαι ἐν τῷ θέσθαι ἤδη ταῦτα τὰ μεταξύ: ἐπεί, εἴ τις ταύτην τὴν διάταξιν ἀφέλοι, τίνι τὸ πλεῖστον ὁριεῖ; ἢ ὅτι τὸ φαιὸν ἐγγυτέρω τοῦ λευκοῦ μᾶλλον ἢ τὸ μέλαν: καὶ τοῦτο παρὰ τῆς ὄψεως μηνύεται, καὶ ἐπὶ τῶν χυμῶν ὡσαύτως, θερμόν, ψυχρόν, τὸ μηδέτερον μεταξύ. ἀλλ̓ ὅτι μὲν οὕτως ὑπολαμβάνειν εἰθίσμεθα, δῆλον: τάχα δ̓ ἄν τις ἡμῖν συγχωροῖ ταῦτα, τὸ δὲ λευκὸν καὶ τὸ ξανθὸν καὶ ὁτιοῦν πρὸς ὁτιοῦν ὁμοίως πάντη ἕτερα ἀλλήλων εἶναι καὶ ἕτερα ὄντα ποιὰ ἐναντία εἶναι. οὐδὲ γὰρ τῷ εἶναι μεταξὺ αὐτῶν ἄλλα τούτων ἡ ἐναντιότης: ὑγιείᾳ γοῦν καὶ νόσῳ οὐδὲν παρεμπέπτωκε μεταξὺ καὶ ἐναντία. ἢ ὅτι τὰ γινόμενα ἐξ ἑκατέρου πλείστην παραλλαγὴν ἔχει. καὶ πῶς πλείστην ἔστιν εἰπεῖν μὴ οὐσῶν ἐν τοῖς μέσοις ἐλαττόνων; οὐκ ἔστιν οὖν ἐπὶ ὑγιείας καὶ νόσου πλεῖστον εἰπεῖν. ἄλλῳ τοίνυν τὸ ἐναντίον, οὐ τῷ πλεῖστον, ὁριστέον. εἰ δὲ τῷ πολλῷ, εἰ μὲν τὸ πολὺ ἀντὶ τοῦ πλέον πρὸς ἔλαττον, πάλιν τὰ ἄμεσα ἐκφεύξεται: εἰ δ̓ ἁπλῶς πολύ, ἕκαστον φύσει πολὺ ἀφεστάναι συγχρωρηθέντος, μὴ τῷ πλείονι μετρεῖν τὴν ἀπόστασιν. ἀλλ̓ ἐπισκεπτέον, πῶς τὸ ἐναντίον. ἆῤ οὖν τὰ μὲν ἔχοντά τινα ὁμοιότητα: λέγω δὲ οὐ κατὰ τὸ γένος οὐδὲ πάντως τῷ μεμῖχθαι ἄλλαις οἷον μορφαῖς αὐτῶν ἢ πλείονα ἢ ἐλάττονα: οὐκ ἐναντία, ἀλλ̓ οἷς μηδὲν ταὐτὸν κατὰ τὸ εἶδος ἐναντία, καὶ προσθετέον δὲ ἐν γένει τῷ ποιῷ: ἐντεῦθεν γὰρ τὰ μὲν ἄμεσα τῶν ἐναντίων, οἷς μηδὲν εἰς ὁμοίωσιν, οὐκ ὄντων ἄλλων τῶν οἷον ἐπαμφοτεριζόντων καὶ ὁμοιότητα πρὸς ἄλληλα ἐχόντων, τῶν δέ τινων μόνων μὴ ἐχόντων. εἰ τοῦτο, οἷς μέν ἐστι κοινότης ἐν τοῖς χρώμασιν, οὐκ ἂν εἴη ἐναντία. ἀλλ̓ οὐδὲν κωλύσει μὴ πᾶν μὲν παντί, ἄλλο δὲ ἄλλῳ οὕτως εἶναι ἐναντίον, καὶ ἐπὶ χυμῶν δὲ ὡσαύτως. ταῦτα μὲν οὕτω διηπορήσθω. περὶ δὲ τοῦ μᾶλλον ἐν μὲν τοῖς μετέχουσιν ὅτι ἐστίν, ἐδόκει, ὑγίεια δὲ αὐτὴ καὶ δικαιοσύνη ἠπορεῖτο. εἰ δὴ πλάτος ἔχει τούτων ἑκάστη αὐτῶν, καὶ τὰς ἕξεις αὐτὰς δοτέον: ἐκεῖ δὲ ἕκαστον τὸ ὅλον καὶ οὐκ ἔχει τὸ μᾶλλον.