Ancient Greek · ~5 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.19-3
Not analysed yet
ἆῤ οὖν τῇ ἐφέσει καὶ τῇ ψυχῇ ἐπιτρέψομεν τὴν κρίσιν καὶ τῷ ταύτης πάθει πιστεύσαντες τὸ ταύτῃ ἐφετὸν ἀγαθὸν φήσομεν, διότι δὲ ἐφίεται οὐ ζητήσομεν; καὶ τί μὲν ἕκαστον, περὶ τούτου ἀποδείξεις κομιοῦμεν, τὸ δ̓ ἀγαθὸν τῇ ἐφέσει δώσομεν; ἀλλὰ πολλὰ ἄτοπα ἡμῖν φαίνεται. πρῶτον μέν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν τι τῶν πέρι: ἔπειτα, ὅτι πολλὰ τὰ ἐφιέμενα καὶ ἄλλα ἄλλων: πῶς οὖν κρινοῦμεν τῷ ἐφιεμένῳ, εἰ βέλτιον; ἀλλ̓ ἴσως οὐδὲ τὸ βέλτιον γνωσόμεθα τὸ ἀγαθὸν ἀγνοοῦντες. ἀλλὰ ἆρα τὸ ἀγαθὸν ὁριούμεθα κατὰ τὴν ἑκάστου ἀρετήν; ἀλλ̓ οὕτως εἰς εἶδος καὶ λόγον ἀνάξομεν, ὀρθῶς μὲν πορευόμενοι: ἀλλὰ ἐλθόντες ἐκεῖ τί ἐροῦμεν αὐτὰ ταῦτα ζητοῦντες πῶς ἀγαθά; ἐν μὲν γὰρ τοῖς χείροσιν, ὡς ἔοικε, γινώσκοιμεν ἂν τὴν φύσιν τὴν τοιαύτην καίτοι οὐκ ἔχουσαν εἰλικρινῶς τῇ πρὸς τὰ χείρω παραθέσει: ἐκεῖ δὲ, ὅπου μηδέν ἐστι κακόν, αὐτὰ δὲ ἐφ̓ ἑαυτῶν ἐστι τὰ ἀμείνω, ἀπορήσομεν. ἆῤ οὖν, ἐπειδὴ λόγος τὸ διότι ζητεῖ, ταῦτα δὲ ἀγαθὰ παῤ αὑτῶν, διὰ τοῦτο ἀπορεῖ τοῦ διότι τὸ ὅτι ὄντος; ἐπεὶ κἂν ἄλλο φῶμεν αἴτιον, λόγου μὴ φθάνοντος ἐκεῖ ὁμοίως ἡ ἀπορία. οὐ μὴν ἀποστατέον, εἴ πῃ κατ̓ ἄλλην ὁδὸν πορευομένοις τι φανείη.