Ancient Greek · ~13 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.18.1-2
Not analysed yet
ἀλλ̓ ἀγαθοειδῆ κατὰ τί τὰ ἐν τῷ νῷ; ἆρα ᾗ εἶδος ἕκαστον, ἢ ᾗ καλά, ἢ τί; εἰ δὴ τὸ παρὰ τοῦ ἀγαθοῦ ἧκον πᾶν ἴχνος καὶ τύπον ἔχει ἐκείνου ἢ ἀπ̓ ἐκείνου, ὥσπερ τὸ ἀπὸ πυρὸς ἴχνος πυρὸς καὶ τὸ ἀπὸ γλυκέος γλυκέος ἴχνος, ἥκει δὲ εἰς νοῦν καὶ ζωὴ ἀπ̓ ἐκείνου: ἐκ γὰρ τῆς παῤ ἐκείνου ἐνεργείας ὑπέστη: καὶ νοῦς δὲ δἰ ἐκεῖνον καὶ τὸ τῶν εἰδῶν κάλλος ἐκεῖθεν, πάντα ἂν ἀγαθοειδῆ εἴη, καὶ ζωὴ καὶ νοῦς καὶ ἰδέα, ἀλλὰ τί τὸ κοινόν; οὐ γὰρ δὴ ἀρκεῖ τὸ ἀπ̓ ἐκείνου πρὸς τὸ ταὐτόν: ἐν αὐτοῖς γὰρ δεῖ τὸ κοινὸν εἶναι: καὶ γὰρ ἂν γένοιτο ἀπὸ τοῦ αὐτοῦ μὴ ταὐτὸν ἢ καὶ δοθὲν ὡσαύτως ἐν τοῖς δεξομένοις ἄλλο γίνεσθαι: ἐπεὶ καὶ ἄλλο τὸ εἰς πρώτην ἐνέργειαν, ἄλλο δὲ τὸ τῇ πρώτῃ ἐνεργείᾳ δοθέν: τὸ δ̓ ἐπὶ τούτοις ἄλλο ἤδη. ἢ οὐδὲν κωλύει καθ̓ ἕκαστον μὲν ἀγαθοειδὲς εἶναι, μᾶλλον μὴν κατ̓ ἄλλο. τί οὖν καθ̓ ὃ μάλιστα; ἀλλὰ πρότερον ἐκεῖνο ἀναγκαῖον ἰδεῖν: ἆρά γε ἀγαθὸν ἡ ζωή, ᾗ αὐτὸ τοῦτο ζωὴ ἡ ψιλὴ θεωρουμένη καὶ ἀπογεγυμνωμένη; ἢ ἡ ζωὴ ἡ ἀπ̓ αὐτοῦ, τὸ δ̓ ἀπ̓ αὐτοῦ ἄλλο τι ἡ τοιαύτη; πάλιν οὖν τί ἡ τοιαύτη ζωή; ἢ ἀγαθοῦ. ἀλλ̓ οὐκ αὐτοῦ ἦν, ἀλλ̓ ἐξ αὐτοῦ. ἀλλ̓ εἰ ἐν τῇ ζωῇ ἐκείνῃ ἐνείη τι ἐξ ἐκείνου καὶ ἔστιν ἡ ὄντως ζωὴ καὶ οὐδὲν ἄτιμον παῤ ἐκείνου λεκτέον εἶναι, καὶ καθ̓ ὃ ζωή, ἀγαθὸν εἶναι, καὶ ἐπὶ νοῦ δὴ τοῦ ἀληθινοῦ ἀνάγκη λέγειν τοῦ πρώτου ἐκείνου, ὅτι ἀγαθόν: καὶ δῆλον ὅτι καὶ εἶδος ἕκαστον ἀγαθὸν καὶ ἀγαθοειδές. ἢ οὖν τι ἔχει ἀγαθόν, εἴτε κοινόν, εἴτε μᾶλλον ἄλλο, εἴτε τὸ μὲν πρώτως, τὸ δὲ τῷ ἐφεξῆς καὶ δευτέρως. ἐπεὶ γὰρ εἰλήφαμεν ἕκαστον ὡς ἔχον ἤδη ἐν τῇ οὐσίᾳ αὐτοῦ ἀγαθόν τι καὶ διὰ τοῦτο ἦν ἀγαθόν —καὶ γὰρ ἡ ζωὴ ἦν ἀγαθὸν οὐχ ἁπλῶς, ἀλλ̓ ὅτι ἐλέγετο ἀληθινὴ καὶ ὅτι παῤ ἐκείνου, καὶ νοῦς ὁ ὄντως —δεῖ τι τοῦ αὐτοῦ ἐν αὐτοῖς ὁρᾶσθαι. διαφόρων γὰρ ὄντων, ὅταν τὸ αὐτὸ αὐτῶν κατηγορῆται, κωλύει μὲν οὐδὲν ἐν τῇ οὐσίᾳ αὐτῶν τοῦτο ἐνυπάρχειν, ὅμως δ̓ ἔστι λαβεῖν αὐτὸ χωρὶς τῷ λόγῳ, οἷον καὶ τὸ ζῷον ἐπ’ ἀνθρώπου καὶ ἵππου, καὶ τὸ θερμὸν ἐπὶ ὕδατος καὶ πυρός, τὸ μὲν ὡς γένος, τὸ δ̓ ὡς τὸ μὲν πρώτως, τὸ δὲ δευτέρως: ἢ ὁμωνύμως ἂν ἑκάτερον ἢ ἕκαστον λέγοιτο ἀγαθόν. ἆῤ οὖν ἐνυπάρχει τῇ οὐσίᾳ αὐτῶν τὸ ἀγαθόν; ἢ ὅλον ἕκαστον ἀγαθόν ἐστιν, οὐ καθ̓ ἓν τὸ ἀγαθόν. πῶς οὖν; ἢ ὡς μέρη. ἀλλὰ ἀμερὲς τὸ ἀγαθόν. ἢ ἓν μὲν αὐτό, οὑτωσὶ δὲ τόδε: καὶ γὰρ ἡ ἐνέργεια ἡ πρώτη ἀγαθὸν καὶ τὸ ἐπ’ αὐτῇ ὁρισθὲν ἀγαθὸν καὶ τὸ συνάμφω: καὶ τὸ μὲν ὅτι γενόμενον ὑπ’ αὐτοῦ, τὸ δ̓ ὅτι κόσμος ἀπ̓ αὐτοῦ, τὸ δ̓ ὅτι συναμφω. ἀπ̓ αὐτοῦ οὖν καὶ οὐδὲν ταὐτόν, οἷον εἰ ἀπὸ τοῦ αὐτοῦ φωνὴ καὶ βάδισις καὶ ἄλλο τι, πάντα κατορθούμενα. ἢ ἐνταῦθα, ὅτι τάξις καὶ ῥυθμός: ἐκεῖ δὲ τί; ἀλλ̓ εἴποι τις ἄν, ὡς ἐνταῦθα ὅλως τὸ καλῶς ἔξωθεν διαφόρων ὄντων τῶν περὶ ἃ ἡ τάξις, ἐκεῖ δὲ καὶ αὐτά. ἀλλὰ διὰ τί καὶ αὐτά; οὐ γὰρ ὅτι ἀπ̓ ἐκείνου δεῖ πιστεύοντας ἀφεῖναι: δεῖ μὲν γὰρ συγχωρεῖν ἀπ̓ ἐκείνου ὄντα εἶναι τίμια, ἀλλὰ ποθεῖ ὁ λόγος λαβεῖν, κατὰ τί τὸ ἀγαθὸν αὐτῶν.