Ancient Greek · ~12 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ
Plotinus, Enneades 6.2.1-2
Not analysed yet
ἔστι δὴ τὸ μὲν ἀληθινὸν πᾶν, τὸ δὲ τοῦ παντὸς μίμημα ἡ τοῦδε τοῦ ὁρατοῦ φύσις. τὸ μὲν οὖν ὄντως πᾶν ἐν οὐδενί ἐστιν, οὐδὲν γάρ ἐστι πρὸ αὐτοῦ: ὃ δ̓ ἂν μετὰ τοῦτο ᾖ, τοῦτο ἤδη ἀνάγκη ἐν τῷ παντὶ εἶναι, εἴπερ ἔσται, καὶ μάλιστα ἐξ ἐκείνου ἠρτημένον καὶ οὐ δυνάμενον ἄνευ ἐκείνου οὔτε μένειν οὔτε κινεῖσθαι. καὶ γὰρ εἰ μὴ ὡς ἐν τόπῳ τις τιθεῖτο τὸ τοιοῦτον τὸν τόπον νοῶν ἢ πέρας σώματος τοῦ περιέχοντος καθ̓ ὃ περιέχει ἢ διάστημά τι, ὃ πρότερον ἦν τῆς φύσεως τοῦ κενοῦ καὶ ἔτι ἐστίν, ἀλλὰ τῷ γε οἷον ἐρείδεσθαι ἐπ’ αὐτοῦ καὶ ἀναπαύεσθαι πανταχοῦ ὄντος ἐκείνου καὶ συνέχοντος, τὴν τοῦ ὀνόματος ἀφεὶς κατηγορίαν τῇ διανοίᾳ τὸ λεγόμενον λαμβανέτω. τοῦτο δὲ ἄλλου χάριν εἴρηται, ὅτι τὸ πᾶν ἐκεῖνο καὶ πρῶτον καὶ ὂν οὐ ζητεῖ τόπον, οὐδ̓ ὅλως ἔν τινι. πᾶν δὴ τὸ πᾶν οὐκ ἔστιν ὅπως ἀπολείπεται ἑαυτοῦ, ἀλλ̓ ἔστι πεπληρωκὸς ἑαυτὸ καὶ ὂν ἴσον ἑαυτῷ: καὶ οὗ τὸ πᾶν, ἐκεῖ αὐτό: τὸ γὰρ πᾶν αὐτό ἐστιν. ὅλως τε, εἴ τι ἐν τῷ παντὶ ἱδρύθη ἄλλο ὂν παῤ ἐκεῖνο, μεταλαμβάνει αὐτοῦ καὶ συντυγχάνει αὐτῷ καὶ ἰσχύει παῤ αὐτοῦ οὐ μερίζον ἐκεῖνο, ἀλλ̓ εὑρίσκον αὐτὸ ἐν ἑαυτῷ αὐτὸ προσελθὸν ἐκείνῳ ἐκείνου οὐκ ἔξω ἑαυτοῦ γενομένου: οὐ γὰρ οἷόν τε ἐν τῷ μὴ ὄντι τὸ ὂν εἶναι, ἀλλ̓ εἴπερ τὸ μὴ ὂν ἐν τῷ ὄντι. ὅλῳ οὖν ἐντυγχάνει τῷ ὄντι: οὐ γὰρ ἦν ἀποσπᾶσθαι αὐτὸ ἀφ̓ ἑαυτοῦ, καὶ τὸ πανταχοῦ δὲ λέγεσθαι εἶναι αὐτὸ δηλοῖ ἐν τῷ ὄντι: ὥστε ἐν αὑτῷ. καὶ οὐδὲν θαυμαστόν, εἰ τὸ πανταχοῦ ἐν τῷ ὄντι καὶ ἐν αὑτῷ: ἤδη γὰρ γίνεται τὸ πανταχοῦ ἐν ἑνί. ἡμεῖς δὲ τὸ ὂν ἐν αἰσθητῷ θέμενοι καὶ τὸ πανταχοῦ ἐκεῖ τιθέμεθα, καὶ μέγα νομίζοντες τὸ αἰσθητὸν ἀποροῦμεν, πῶς ἐν μεγάλῳ καὶ τοσούτῳ ἐκείνη ἡ φύσις ἐκτείνεται: τὸ δέ ἐστι τοῦτο τὸ λεγόμενον μέγα μικρόν, ὃ δὲ νομίζεται μικρόν, ἐκεῖνο μέγα, εἴ γε ὅλον ἐπὶ πᾶν τούτου μέρος φθάνει, μᾶλλον δὲ τοῦτο πανταχόθεν τοῖς αὐτοῦ μέρεσιν ἐπ’ ἐκεῖνο ἰὸν εὑρίσκει αὐτὸ πανταχοῦ πᾶν καὶ μεῖζον ἑαυτοῦ. ὅθεν ὡς οὐκ ἐν τῇ ἐκτάσει πλέον τι ληψόμενον: ἔξω γὰρ ἂν καὶ τοῦ παντὸς ἐγίνετο: περιθεῖν αὐτὸ ἐβουλήθη, οὔτε δὲ περιλαβεῖν δεδυνημένον οὐδ̓ αὖ ἐντὸς γενέσθαι ἠγάπησε τόπον ἔχειν καὶ τάξιν οὗ σώζοιτο γειτονοῦν αὐτῷ παρόντι καὶ οὐ παρόντι αὖ: ἔστι γὰρ ἐφ̓ ἑαυτοῦ ἐκεῖνο, κἄν τι αὐτῷ ἐθέλῃ παρεῖναι: ὅπου δὴ συνιὸν τὸ σῶμα τοῦ παντὸς εὑρίσκει τὸ πᾶν, ὥστε μηδὲν ἔτι δεῖσθαι τοῦ πόρρω, ἀλλὰ στρέφεσθαι ἐν τῷ αὐτῷ, ὡς παντὸς ὄντος τούτου οὗ κατὰ πᾶν μέρος αὑτοῦ ἀπολαύει ὅλου ἐκείνου. εἰ μὲν γὰρ ἐν τόπῳ ἦν ἐκεῖνο αὐτό, προσχωρεῖν τε ἔδει ἐκεῖ καὶ εὐθυπορεῖν καὶ ἐν ἄλλῳ μέρει αὐτοῦ ἄλλῳ μέρει ἐφάπτεσθαι ἐκείνου καὶ εἶναι τὸ πόρρω καὶ ἐγγύθεν: εἰ δὲ μήτε τὸ πόρρω μήτε τὸ ἐγγύθεν, ἀνάγκη ὅλον παρεῖναι, εἴπερ πάρεστι. καὶ ὅλως πάρεστιν ἐκείνων ἑκάστῳ, οἷς μήτε πόρρωθέν ʽἐστἰ μήτε ἐγγύθεν, δυνατοῖς δὲ δέξασθαί ἐστιν.