Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ
Plotinus, Enneades 6.3-4
Not analysed yet
ἆῤ οὖν αὐτὸ φήσομεν παρεῖναι, ἢ αὐτὸ μὲν ἐφ̓ ἑαυτοῦ εἶναι, δυνάμεις δὲ ἀπ̓ αὐτοῦ ἰέναι ἐπὶ πάντα, καὶ οὕτως αὐτὸ πανταχοῦ λέγεσθαι εἶναι; οὕτω γὰρ τὰς ψυχὰς οἷον βολὰς εἶναι λέγουσιν, ὥστε αὐτὸ μὲν ἱδρῦσθαι ἐν αὑτῷ, τὰς δὲ ἐκπεμφθείσας κατ̓ ἄλλο καὶ κατ̓ ἄλλο ζῷον γίνεσθαι. ἢ ἐφ̓ ὧν μὲν τὸ ἓν τῷ μὴ πᾶσαν τὴν φύσιν ἀποσώζειν τὴν οὖσαν ἐν αὐτῷ ἐκείνῳ ἐνταῦθα δύναμιν αὐτοῦ ᾧ πάρεστι παρεῖναι, οὐ μὴν οὐδ̓ ὣς ἐκεῖνο μὴ ὅλως παρεῖναι, ἐπεὶ καὶ τότε οὐκ ἀποτέτμηται ἐκεῖνο τῆς δυνάμεως αὑτοῦ, ἣν ἔδωκεν ἐκείνῳ: ἀλλ̓ ὁ λαβὼν τοσοῦτον ἐδυνήθη λαβεῖν παντὸς παρόντος. οὗ δὲ πᾶσαι αἱ δυνάμεις, αὐτὸ σαφῶς πάρεστι χωριστὸν ὅμως ὄν: γενόμενον μὲν γὰρ τοῦδε εἶδος ἀπέστη ἂν τοῦ τε πᾶν εἶναι τοῦ τε εἶναι ἐν αὑτῷ πανταχοῦ, κατὰ συμβεβηκὸς δὲ καὶ ἄλλου. μηδενὸς δὲ ὂν τοῦ θέλοντος αὐτοῦ εἶναι ᾧ ἂν αὐτὸ ἐθέλῃ ὡς δύναται πελάζει οὐ γενόμενον ἐκείνου, ἀλλ̓ ἐκείνου ἐφιεμένου αὐτοῦ, οὐδ̓ αὖ ἄλλου. θαυμαστὸν οὖν οὐδὲν οὕτως ἐν πᾶσιν εἶναι, ὅτι αὖ ἐν οὐδενί ἐστιν αὐτῶν οὕτως ὡς ἐκείνων εἶναι. διὸ καὶ τὸ κατὰ συμβεβηκὸς οὕτω λέγειν συμπαθεῖν τῷ σώματι καὶ τὴν ψυχὴν οὐκ ἄτοπον ἴσως, εἰ αὐτὴ μὲν ἐφ̓ ἑαυτῆς λέγοιτο εἶναι οὐχ ὕλης γενομένη οὐδὲ σώματος, τὸ δὲ σῶμα πᾶν κατὰ πᾶν ἑαυτοῦ οἱονεὶ ἐλλάμποιτο. θαυμάζειν δὲ οὐ δεῖ, εἰ αὐτὸ μὴ ὂν ἐν τόπῳ παντὶ τῷ ἐν τόπῳ ὄντι πάρεστιν: ἦν γὰρ ἂν τοὐναντίον θαυμαστὸν καὶ ἀδύνατον πρὸς τῷ θαυμαστῷ, εἰ τόπον καὶ αὐτὸ ἔχον οἰκεῖον παρῆν ἄλλῳ τῳ ἐν τόπῳ, ἢ ὅλως παρῆν, καὶ παρῆν οὕτως, ὥς τοι ἡμεῖς φαμεν. νῦν δέ φησιν ὁ λόγος, ὡς ἀνάγκη αὐτῷ τόπον οὐκ εἰληχότι ᾧ πάρεστι τούτῳ ὅλον παρεῖναι, παντὶ δὲ παρὸν ὡς καὶ ἑκάστῳ ὅλον παρεῖναι. ἢ ἔσται αὐτοῦ τὸ μὲν ὡδί, τὸ δὲ ἄλλοθι: ὥστε μεριστὸν ἔσται καὶ σῶμα ἔσται. πῶς γὰρ δὴ καὶ μεριεῖς; ἆρά γε τὴν ζωὴν μεριεῖς; ἀλλ̓ εἰ τὸ πᾶν ἦν ζωή, τὸ μέρος ζωὴ οὐκ ἔσται. ἀλλὰ τὸν νοῦν, ἵν̓ ὁ μὲν ᾖ ἐν ἄλλῳ, ὁ δὲ ἐν ἄλλῳ; ἀλλ̓ οὐδέτερον αὐτῶν νοῦς ἔσται. ἀλλὰ τὸ ὂν αὐτοῦ; ἀλλὰ τὸ μέρος οὐκ ὂν ἔσται, εἰ τὸ ὅλον τὸ ὂν ὑπῆρχε. τί οὖν, εἴ τις λέγοι καὶ τὸ σῶμα μεριζόμενον καὶ τὰ μέρη ἔχειν σώματα ὄντα; ἢ ὁ μερισμὸς ἦν οὐ σώματος, ἀλλὰ τοσοῦδε σώματος, καὶ σῶμα ἕκαστον ἐλέγετο τῷ εἴδει καθ̓ ὃ σῶμα: τοῦτο δὲ οὐκ εἶχε τοσόνδε τι, ἀλλ̓ οὐδ̓ ὁπωσοῦν τοσόνδε.