Ancient Greek · ~14 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.2.1-3
Not analysed yet
διὸ καὶ ἐντεῦθεν ἄν τις οὐχ ἧττον καταμάθοι τὴν νοῦ φύσιν, ἣν κἂν πλέον τῶν ἄλλων ὁρῶμεν, οὐδ̓ ὣς ὅσον ἐστὶ τὸ νοῦ χρῆμα ὁρῶμεν. τὸ μὲν γὰρ ὅτι δίδομεν αὐτὸν ἔχειν, τὸ δὲ διότι οὐκέτι, ἤ, εἰ δοίημεν, χωρίς. καὶ ὁρῶμεν ἄνθρωπον ἢ ὀφθαλμόν, εἰ τύχοι, ὥσπερ ἄγαλμα ἢ ἀγάλματος: τὸ δέ ἐστιν ἐκεῖ ἄνθρωπος καὶ διὰ τί ἄνθρωπος, εἴπερ καὶ νοερὸν αὐτὸν δεῖ τὸν ἐκεῖ ἄνθρωπον εἶναι καὶ ὀφθαλμὸν καὶ διὰ τί —ἢ οὐκ ἂν ὅλως εἴη, εἰ μὴ διὰ τί —ἐνταῦθα δὲ ὥσπερ ἕκαστον τῶν μερῶν χωρίς, οὕτω καὶ τὸ διὰ τί. ἐκεῖ δ̓ ἐν ἑνὶ πάντα, ὥστε ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ διὰ τί τοῦ πράγματος. πολλαχοῦ δὲ καὶ ἐνταῦθα τὸ πρᾶγμα καὶ τὸ διὰ τί ταὐτόν, οἷον τί ἐστιν ἔκλειψις. τί οὖν κωλύει καὶ ἕκαστον διὰ τί εἶναι καὶ ἐπὶ τῶν ἄλλων, καὶ τοῦτο εἶναι τὴν οὐσίαν ἑκάστου; μᾶλλον δὲ ἀνάγκη: καὶ πειρωμένοις οὕτως τὸ τί ἦν εἶναι λαμβάνειν ὀρθῶς συμβαίνει. ὃ γὰρ ἔστιν ἕκαστον, διὰ τοῦτο ἔστι. λέγω δὲ οὐχ, ὅτι τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι —τοῦτο μὲν γὰρ ἀληθές —ἀλλ̓ ὅτι, εἰ καὶ αὐτὸ τὸ εἶδος ἕκαστον πρὸς αὑτὸ ἀναπτύσσοις, εὑρήσεις ἐν αὐτῷ τὸ διὰ τί. ἀργὸν μὲν γὰρ ὂν καὶ ζωὴν ἔχον τὸ διὰ τί οὐ πάντως ἔχει, εἶδος δὲ ὂν καὶ νοῦ ὂν πόθεν ἂν λάβοι τὸ διὰ τί; εἰ δὲ παρὰ νοῦ τις λέγοι, οὐ χωρίς ἐστιν, εἴ γε καὶ αὐτό ἐστιν: εἰ οὖν δεῖ ἔχειν ταῦτα μηδενὶ ἐλλείποντα, μηδὲ τῷ διὰ τί ἐλλείπειν. νοῦς δὲ ἔχει τὸ διὰ τί οὕτως ἕκαστον τῶν ἐν αὐτῷ: τὰ δὲ ἐν αὐτῷ αὐτὸς ἕκαστον ἂν εἴη τῶν ἐν αὐτῷ, ὥστε μηδὲν προσδεῖσθαι τοῦ διὰ τί γέγονεν, ἀλλ̓ ὁμοῦ γέγονε καὶ ἔχει ἐν αὑτῷ τὴν τῆς ὑποστάσεως αἰτίαν. γεγονὸς δὲ οὐκ εἰκῆ οὐδὲν ἂν παραλελειμμένον ἔχοι τοῦ διὰ τί, ἀλλὰ πᾶν ἔχον ἔχει καὶ τὸ καλῶς ὁμοῦ τῆς αἰτίας. καὶ τοῖς ἄρα μεταλαμβάνουσιν οὕτω δίδωσιν, ὡς τὸ διὰ τί ἔχειν. καὶ μήν, ὥσπερ ἐν τῷδε τῷ παντὶ ἐκ πολλῶν συνεστηκότι συνείρεται πρὸς ἄλληλα τὰ πάντα, καὶ ἐν τῷ πάντα εἶναι ἔστι καὶ διότι ἕκαστον, ὥσπερ καὶ ἐφ̓ ἑκάστου τὸ μέρος πρὸς τὸ ὅλον ἔχον ὁρᾶται, οὐ τούτου γενομένου, εἶτα τούτου μετὰ τόδε, ἀλλὰ πρὸς ἄλληλα ὁμοῦ τὴν αἰτίαν καὶ τὸ αἰτιατὸν συνιστάντων, οὕτω χρὴ πολὺ μᾶλλον ἐκεῖ τά τε πάντα πρὸς τὸ ὅλον ἕκαστα καὶ ἕκαστον πρὸς αὑτό. εἰ οὖν ἡ συνυπόστασις ὁμοῦ πάντων καὶ οὐκ εἰκῆ πάντων καὶ δεῖ μὴ ἀπηρτῆσθαι, ἐν αὑτοῖς ἂν ἔχοι τὰ αἰτιατὰ τὰς αἰτίας, καὶ τοιοῦτον ἕκαστον, οἷον ἀναιτίως τὴν αἰτίαν ἔχειν. εἰ οὖν μὴ ἔχει αἰτίαν τοῦ εἶναι, αὐτάρκη δέ ἐστι καὶ μεμονωμένα αἰτίας ἐστίν, εἴη ἂν ἐν αὑτοῖς ἔχοντα σὺν αὑτοῖς τὴν αἰτίαν. καὶ γὰρ αὖ εἰ μηδέν ἐστι μάτην ἐκεῖ, πολλὰ δὲ ἐν ἑκάστῳ ἐστὶ πάντα ὅσα ἔχει, ἔχοις ἂν εἰπεῖν διότι ἕκαστον. προῆν ἄρα καὶ συνῆν τὸ διότι ἐκεῖ οὐκ ὂν διότι, ἀλλ̓ ὅτι: μᾶλλον δὲ ἄμφω ἕν. τί γὰρ ἂν καὶ περιττὸν εἶχε νοῦ, ὡς ἂν νοῦ νόημα μὴ τοιοῦτον ὄν, οἷον μὴ τέλειον γέννημα; εἰ οὖν τέλειον, οὐκ ἔστιν εἰπεῖν ὅτῳ ἐλλείπει, οὐδὲ διὰ τί τοῦτο οὐ πάρεστι. παρὸν ἄρα ἔχοις ἂν εἰπεῖν διότι πάρεστιν: ἐν ἄρα τῇ ὑποστάσει τὸ διὰ τί: ἐν ἑκάστῳ τοίνυν νοήματι καὶ ἐνεργήματι, οἷον κατ̓ ἄνθρωπον πᾶς προεφάνη ὁ ἄνθρωπος συμφέρων ἑαυτὸν αὐτῷ καὶ πάντα ὅσα ἔχει ἐξ ἀρχῆς ὁμοῦ ἔχων ἕτοιμός ἐστιν ὅλος. εἶτα, εἰ μὴ πᾶς ἐστιν, ἀλλὰ δεῖ τι αὐτῷ προσθεῖναι, γεννήματός ἐστιν. ἔστι δὲ ἀεί: ὥστε πᾶς ἐστιν. ἀλλ̓ ὁ γινόμενος ἄνθρωπος γενητός.