Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.3-7
Not analysed yet
τί οὖν κωλύει προβουλεύσασθαι περὶ αὐτοῦ; ἢ κατ̓ ἐκεῖνόν ἐστιν, ὥστε οὔτε τι ἀφελεῖν δεῖ οὔτε προσθεῖναι, ἀλλὰ τὸ βουλεύσασθαι καὶ λελογίσθαι διὰ τὴν ὑπόθεσιν: ὑπέθετο γὰρ γινόμενα. καὶ οὕτω μὲν ἡ βούλευσις καὶ ὁ λογισμός: τῷ δ̓ ἀεὶ γινόμενα ἐνδείξασθαι καὶ ὅτι λογίζεται ἀνεῖλεν. οὐ γὰρ ἔνι λογίζεσθαι ἐν τῷ ἀεί: καὶ γὰρ αὖ ἐπιλελησμένου ἦν, ὅπως καὶ πρότερον: εἶτα, εἰ μὲν ἀμείνω ὕστερον, οὐκ ἂν καλὰ πρότερον: εἰ δ̓ ἦν καλά, ἔχει τὸ ὡσαύτως. καλὰ δ̓ ἐστὶ μετὰ τῆς αἰτίας: ἐπεὶ καὶ νῦν καλόν τι, ὅτι πάντα. τοῦτο γὰρ καὶ εἶδος τὸ πάντα καὶ ὅτι τὴν ὕλην κατέχει: κατέχει δέ, εἰ μηδὲν αὐτῆς ἀμόρφωτον καταλείπει. καταλείπει δέ, εἴ τις μορφὴ ἐλλείποι, οἷον ὀφθαλμὸς ἢ ἄλλο τι: ὥστε αἰτιολογῶν πάντα λέγεις. διὰ τί οὖν ὀφθαλμοί; ἵνα πάντα: καὶ διὰ τί ὀφρύες; ἵνα πάντα. καὶ γὰρ εἰ ἕνεκα σωτηρίας λέγοις, φυλακτικὸν τῆς οὐσίας λέγεις ἐν αὐτῇ ὑπάρχον, τοῦτο δὲ εἶναι συμβαλλόμενον. οὕτως ἄρα οὐσία ἦν πρὶν καὶ τοῦτο, καὶ τὸ αἴτιον ἄρα μερος τῆς οὐσίας: καὶ ἄλλο τοίνυν τοῦτο, ὃ δ̓ ἐστὶ τῆς οὐσίας. πάντα τοίνυν ἀλλήλοις καὶ ἡ ὅλη καὶ τελεία καὶ πᾶσα καὶ τὸ καλῶς μετὰ τῆς αἰτίας καὶ ἐν τῇ αἰτίᾳ, καὶ ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι καὶ τὸ διότι ἕν. εἰ τοίνυν ἔγκειται τὸ αἰσθητικὸν εἶναι καὶ οὕτως αἰσθητικὸν ἐν τῷ εἴδει ὑπὸ ἀιδίου ἀνάγκης καὶ τελειότητος, νοῦ ἐν αὑτῷ ἔχοντος, εἴπερ τέλειος, τὰς αἰτίας, ὥστε ἡμᾶς ὕστερον ἰδεῖν, ὡς ἄρα ὀρθῶς οὕτως ἔχει —ἐκεῖ γὰρ ἓν καὶ συμπληρωτικὸν τὸ αἴτιον καὶ οὐχὶ ὁ ἄνθρωπος ἐκεῖ μόνον νοῦς ἦν, προσετέθη δὲ τὸ αἰσθητικόν, ὅτε εἰς γένεσιν ἐστέλλετο —πῶς οὐκ ἂν ἐκεῖνος ὁ νοῦς πρὸς τὰ τῇδε ῥέποι; τί γὰρ ἂν εἴη αἰσθητικὸν ἢ ἀντιληπτικὸν αἰσθητῶν; πῶς δ̓ οὐκ ἄτοπον, ἐκεῖ μὲν αἰσθητικὸν ἐξ ἀιδίου, ἐνταῦθα δὲ αἰσθάνεσθαι καὶ τῆς ἐκεῖ δυνάμεως τὴν ἐνέργειαν πληροῦσθαι ἐνταῦθα, ὅτε χείρων ἡ ψυχὴ γίνεται;