Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.23-2
Not analysed yet
καὶ ἔστιν ἡ κίνησις ἡ περὶ τὰ αἰσθητὰ παῤ ἄλλου ἐνιεμένη σείουσα καὶ ἐλαύνουσα καὶ ἐγείρουσα καὶ ὠθοῦσα τὰ μεταλαβόντα αὐτῆς, ὥστε μὴ εὕδειν μηδ̓ ἐν ταυτότητι εἶναι, ἵνα δὴ τῇ μὴ ἡσυχίᾳ καὶ οἷον πολυπραγμονήσει ταύτῃ εἰδώλῳ συνέχηται ζωῆς. δεῖ δὲ οὐ τὰ κινούμενα τὴν κίνησιν εἶναι νομίζειν: οὐ γὰρ οἱ πόδες ἡ βάδισις, ἀλλ̓ ἡ περὶ τοὺς πόδας ἐνέργεια ἐκ δυνάμεως. ἀοράτου δὲ τῆς δυνάμεως ὑπαρχούσης τοὺς ἐνεργοῦντας πόδας ὁρᾶν μόνον ἀνάγκη, οὐ πόδας ἁπλῶς, ὥσπερ ἂν εἰ ἡσύχαζον, ἀλλ̓ ἤδη μετ̓ ἄλλου, ἀοράτου μὲν τούτου, ὅτι δὲ μετ̓ ἄλλου κατὰ συμβεβηκὸς ὁρωμένου τῷ τοὺς πόδας ὁρᾶν ἄλλον τόπον ἔχοντας καὶ ἄλλον καὶ μὴ ἠρεμεῖν: τὸ δ̓ ἀλλοιούμενον παρὰ τοῦ ἀλλοιουμένου, ὅτι μὴ ἡ αὐτὴ ποιότης. ἐν τίνι οὖν ἡ κίνησις, ὅταν ἄλλο κινῇ, καὶ ὅταν δὲ ἐκ τῆς ἐνούσης δυνάμεως εἰς ἐνέργειαν ἴῃ; ἆρα ἐν τῷ κινοῦντι; καὶ πῶς τὸ κινούμενον καὶ πάσχον μεταλήψεται; ἀλλ̓ ἐν τῷ κινουμένῳ; διὰ τί οὖν ἐλθοῦσα οὐ μένει; ἢ δεῖ μήτε τοῦ ποιοῦντος ἀπηλλάχθαι μήτε ἐν αὐτῷ εἶναι, ἀλλ̓ ἐξ αὐτοῦ μὲν καὶ εἰς ἐκεῖνο, οὐκ ἐν ἐκείνῳ δὲ ἀποτετμημένην εἶναι, ἀλλ̓ ἀπ̓ ἐκείνου εἰς ἐκεῖνο, οἷον πνοὴν εἰς ἄλλο. ὅταν μὲν οὖν ἡ δύναμις τοῦ κινεῖν βαδιστικὴ ᾖ, οἷον ὦσε καὶ πεποίηκεν ἄλλον ἀλλάττειν ἀεὶ τόπον, ὅταν δὲ θερμαντική, ἐθέρμανε: καὶ ὅταν ἡ δύναμις ὕλην λαβοῦσα εἰς φύσιν οἰκοδομῇ, αὔξησις, ὅταν δ̓ ἄλλη δύναμις ἀφαιρῇ, μείωσις τοῦ δυναμένου ἀφαίρεσιν παθεῖν μειουμένου: καὶ ὅταν ἡ γεννῶσα φύσις ἐνεργῇ, γένεσις, ὅταν δὲ αὕτη ἀδυνατῇ, ἡ δὲ φθείρειν δυναμένη ἐπικρατῇ, φθορά, οὐχ ἡ ἐν τῷ ἤδη γεγονότι, ἀλλ̓ ἡ ἐν τῷ πορευομένῳ: καὶ ὑγίανσις δὲ κατὰ τὰ αὐτὰ τῆς ποιεῖν δυναμένης ὑγίειαν ἐνεργούσης καὶ κρατούσης, νόσανσις δὲ τῆς ἐναντίας δυνάμεως τἀναντία ποιούσης: ὥστε συμβαίνειν μὴ παρὰ τὰ ἐν οἷς μόνον, ἀλλὰ καὶ παρὰ τὰ ἐξ ὧν καὶ δἰ ὧν, καὶ τὴν τῆς κινήσεως ἰδιότητα ποιὰν τὴν κίνησιν καὶ τοιάνδε εἶναι ἐν τοῖς τοιούτοις.