Ancient Greek · ~12 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.22.1
Not analysed yet
ἀλλ̓ ἔστω ταὐτὸν νοούμενον τὸ τῆς ἀλλοιώσεως κατὰ τὸ παρακολουθεῖν τῇ κινήσει τὸ ἄλλο. τί οὖν δεῖ λέγειν τὴν κίνησιν; ἔστω δὴ ἡ κίνησις, ὡς τύπῳ εἰπεῖν, ἡ ἐκ δυνάμεως ὁδὸς εἰς ἐκεῖνο, ὃ λέγεται δύνασθαι. ὄντος γὰρ δυνάμει τοῦ μέν, ὅτι ἥκοι ἂν εἰς εἶδός τι, οἷον δυνάμει ἀνδριάς, τοῦ δέ, ὅτι ἥκοι ἂν εἰς ἐνέργειαν, οἷον τὸ βαδιστικόν, ὅταν τὸ μὲν προίῃ εἰς ἀνδριάντα, ἡ πρόοδος κίνησις, τὸ δ̓ ἐν τῷ βαδίζειν ᾖ, τὸ βαδίζειν αὐτὸ κίνησις: καὶ ὄρχησις ἐπὶ τοῦ δυναμένου ὀρχεῖσθαι, ὅταν ὀρχῆται. καὶ ἐπὶ μέν τινι κινήσει εἶδος ἄλλο ἐπιγίνεται, ὃ εἰργάσατο ἡ κίνησις, τὸ δὲ ὡς ἁπλοῦν εἶδος ὂν τῆς δυνάμεως οὐδὲν ἔχει μετ̓ αὐτὴν παυσαμένης τῆς κινήσεως: ὥστε, εἴ τις λέγοι τὴν κίνησιν εἶδος ἐγρηγορὸς ἀντίθετον τοῖς ἄλλοις εἴδεσι τοῖς ἑστηκόσιν, ᾗ τὰ μὲν μένει, τὰ δὲ οὔ, καὶ αἴτιον τοῖς ἄλλοις εἴδεσιν, ὅταν μετ̓ αὐτήν τι γίνηται, οὐκ ἂν ἄτοπος εἴη: εἰ δὲ καὶ ζωήν τις λέγοι σωμάτων ταύτην, περὶ ἧς ὁ λόγος νῦν :τὴν γὰρ κίνησιν ταύτην ὁμώνυμον δεῖ λέγειν ταῖς νοῦ καὶ ψυχῆς κινήσεσιν. ὅτι δὲ γένος ἐστίν, οὐχ ἧττον ἄν τις καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι ὁρισμῷ ἢ καὶ ἀδύνατον εἶναι λαβεῖν πιστώσαιτο. ἀλλὰ πῶς εἶδός τι, ὅταν πρὸς τὸ χεῖρον ἡ κίνησις, ἢ ὅταν παθητικὴ ἡ κίνησις; ἢ ὅμοιον, ὥσπερ ἂν ἡ θέρμανσις τὰ μὲν αὔξοι ἡ παρὰ τοῦ ἡλίου, τὰ δὲ εἰς τὸ ἐναντίον ἄγοι: καὶ ᾗ κοινόν τι ἡ κίνησις, καὶ ἡ αὐτὴ ἐπ’ ἀμφοῖν, τοῖς δὲ ὑποκειμένοις τὴν διαφορὰν τὴν δοκοῦσαν ἔχει. ὑγίανσις οὖν καὶ νόσανσις ταὐτόν; ἢ καθ̓ ὅσον μὲν κίνησις ταὐτόν: τίνι δὲ διοίσει; πότερα τοῖς ὑποκειμένοις, ἢ καὶ ἄλλῳ; ἀλλὰ τοῦτο ὕστερον, ὅταν περὶ ἀλλοιώσεως ἐπισκοπῶμεν: νῦν δὲ τί ταὐτὸν ἐν πάσῃ κινήσει σκεπτέον. οὕτω γὰρ ἂν καὶ γένος εἴη. ἢ πολλαχῶς ἂν λέγοιτο καὶ οὕτως ἔσται, ὥσπερ ἂν εἰ τὸ ὄν. πρὸς δὲ τὴν ἀπορίαν, ὅτι ἴσως δεῖ, ὅσαι μὲν εἰς τὸ κατὰ φύσιν ἄγουσιν ἢ ἐνεργοῦσιν ἐν τοῖς κατὰ φύσιν, ταύτας μὲν οἷον εἴδη εἶναι, ὡς εἴρηται, τὰς δὲ εἰς τὰ παρὰ φύσιν ἀγωγὰς ἀνὰ λόγον τίθεσθαι τοῖς ἐφ̓ ἃ ἄγουσιν. ἀλλὰ τί τὸ κοινὸν ἐπί τε ἀλλοιώσεως καὶ αὐξήσεως καὶ γενέσεως καὶ τῶν ἐναντίων τούτοις ἔτι τε τῆς κατὰ τόπον μεταβολῆς, καθ̓ ὃ κινήσεις αὗται πᾶσαι; ἢ τὸ μὴ ἐν τῷ αὐτῷ ἕκαστον, ἐν ᾧ πρότερον ἦν, εἶναι μηδ̓ ἠρεμεῖν μηδ̓ ἐν ἡσυχίᾳ παντελεῖ, ἀλλά, καθ̓ ὅσον κίνησις πάρεστιν, ἀεὶ πρὸς ἄλλο τὴν ἀγωγὴν ἔχειν, καὶ τὸ ἕτερον οὐκ ἐν τῷ αὐτῷ μένειν: ἀπόλλυσθαι γὰρ τὴν κίνησιν, ὅταν μὴ ἄλλο. διὸ καὶ ἑτερότης οὐκ ἐν τῷ γεγονέναι καὶ μεῖναι ἐν τῷ ἑτέρῳ, ἀλλ̓ ἀεὶ ἑτερότης: ὅθεν καὶ ὁ χρόνος ἕτερον ἀεί, διότι κίνησις αὐτὸν ποιεῖ: μεμετρημένη γὰρ κίνησις οὐ μένουσα: συνθεῖ οὖν αὐτῇ ὡς ἐπὶ φερομένης ὀχούμενος. κοινὸν δὲ πᾶσι τὸ ἐκ δυνάμεως καὶ τοῦ δυνατοῦ εἰς ἐνέργειαν πρόοδον καὶ ἀγωγὴν εἶναι: πᾶν γὰρ τὸ κινούμενον καθ̓ ὁποιανοῦν κίνησιν προυπάρχον δυνάμενον τοῦτο ποιεῖν ἢ πάσχειν ἐν τῷ κινεῖσθαι γίνεται.