Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.25-3
Not analysed yet
ὁ μὲν οὖν Πλάτων ἡδονὴν τῷ τέλει μιγνὺς καὶ τὸ ἀγαθὸν οὐχ ἁπλοῦν οὐδὲ ἐν νῷ μόνῳ τιθέμενος, ὡς ἐν τῷ Φιλήβῳ γέγραπται, τάχα ἂν αἰσθόμενος ταύτης τῆς ἀπορίας οὔτε παντάπασιν ἐπὶ τὸ ἡδὺ τίθεσθαι τὸ ἀγαθὸν ἐτράπετο, ὀρθῶς ποιῶν, οὔτε τὸν νοῦν ἀνήδονον ὄντα ᾠήθη δεῖν θέσθαι ἀγαθὸν τὸ κινοῦν ἐν αὐτῷ οὐχ ὁρῶν. τάχα δὲ οὐ ταύτῃ, ἀλλ̓ ὅτι ἠξίου τὸ ἀγαθὸν ἔχον φύσιν ἐν αὑτῷ τοιαύτην δεῖν ἐξ ἀνάγκης χαρτὸν εἶναι, τό τε ἐφετὸν τῷ τυγχάνοντι πάντως ἔχειν τὸ χαίρειν, ὥστε, ᾧ μὴ τὸ χαίρειν, ἀγαθὸν μηδὲ εἶναι, καὶ ὥστε, εἰ τὸ χαίρειν τῷ ἐφιεμένῳ, τῷ πρώτῳ μὴ εἶναι: ὥστε μηδὲ τὸ ἀγαθόν. καὶ οὐκ ἄτοπον τοῦτο: αὐτὸς γὰρ οὐ τὸ πρῶτον ἀγαθὸν ἐζήτει, τὸ δὲ ἡμῶν, καὶ ὅλως ἑτέρου ὄντος ἐστὶν αὐτῷ ἕτερον ὂν αὐτοῦ, ἐλλιποῦς ὄντος αὐτοῦ καὶ ἴσως συνθέτου: ὅθεν καὶ τὸ ἔρημον καὶ μόνον μηδὲν ἔχειν ἀγαθόν, ἀλλ̓ εἶναι ἑτέρως καὶ μειζόνως. ἐφετὸν μὲν οὖν δεῖ τὸ ἀγαθὸν εἶναι, οὐ μέντοι τῷ ἐφετὸν εἶναι ἀγαθὸν γίνεσθαι, ἀλλὰ τῷ ἀγαθὸν εἶναι ἐφετὸν γίνεσθαι. ἆῤ οὖν τῷ μὲν ἐσχάτῳ ἐν τοῖς οὖσι τὸ πρὸ αὐτοῦ, καὶ ἀεὶ ἡ ἀνάβασις τὸ ὑπὲρ ἕκαστον διδοῦσα ἀγαθὸν εἶναι τῷ ὑπ’ αὐτῷ, εἰ ἡ ἀνάβασις οὐκ ἐξίσταιτο τοῦ ἀνὰ λόγον, ἀλλὰ ἐπὶ μεῖζον ἀεὶ προχωροῖ; τότε δὲ στήσεται ἐπ’ ἐσχάτῳ, μεθ̓ ὃ οὐδὲν ἔστιν εἰς τὸ ἄνω λαβεῖν, καὶ τοῦτο τὸ πρῶτον καὶ τὸ ὄντως καὶ τὸ μάλιστα κυρίως ἔσται, καὶ αἴτιον δὲ καὶ τοῖς ἄλλοις. τῇ μὲν γὰρ ὕλῃ τὸ εἶδος —εἰ γὰρ αἴσθησιν λάβοι, ἀσπάσαιτ̓ ἄν. τῷ δὲ σώματι ψυχή —καὶ γὰρ οὐδ̓ ἂν εἴη οὐδ̓ ἂν σώζοιτο: ψυχῇ δὲ ἀρετή. ἤδη δὲ καὶ ἀνωτέρω νοῦς καὶ ἐπὶ τούτῳ ἣν δή φαμεν πρώτην φύσιν. καὶ δὴ καὶ τούτων ἕκαστον ποιεῖν τι εἰς τὰ ὧν ἀγαθά ἐστι, τὰ μὲν τάξιν καὶ κόσμον, τὰ δ̓ ἤδη ζωήν, τὰ δὲ φρονεῖν καὶ ζῆν εὖ, τῷ δὲ νῷ τὸ ἀγαθόν, ὅ φαμεν καὶ εἰς τοῦτον ἥκειν, καὶ ὅτι ἐνέργεια ἐξ αὐτοῦ, καὶ ὅτι καὶ νῦν δίδωσι φῶς λεγόμενον: ὃ δὴ τί ποτ̓ ἐστίν, ὕστερον.