Ancient Greek · ~6 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.26-3
Not analysed yet
καὶ δὴ τὸ πεφυκὸς αἰσθάνεσθαι παῤ αὐτόν, εἰ ἥκει αὐτῷ, τὸ ἀγαθὸν γινώσκει καὶ λέγει ἔχειν. τί οὖν, εἰ ἠπάτηται; δεῖ ἄρα τινὰ εἶναι ὁμοίωσιν, καθ̓ ἣν ἠπάτηται. εἰ δὲ τοῦτο, ἐκεῖνο ἀγαθὸν ἂν αὐτῷ εἴη, ἀφ̓ οὗ ἠπάτηται: ἐπεὶ καί, ὅταν ἐκεῖνο ἥκῃ, ἀφίσταται ἀφ̓ οὗ ἠπάτηται. καὶ ἡ ἔφεσις δ̓ αὐτοῦ ἑκάστου καὶ ἡ ὠδὶς μαρτυρεῖ, ὅτι ἔστι τι ἀγαθὸν ἑκάστου. τοῖς μὲν γὰρ ἀψύχοις παῤ ἄλλου τοῦ ἀγαθοῦ αὐτοῖς ἡ δόσις, τῷ δὲ ψυχὴν ἔχοντι ἡ ἔφεσις τὴν δίωξιν ἐργάζεται, ὥσπερ καὶ τοῖς νεκροῖς γεγενημένοις σώμασι παρὰ τῶν ζώντων ἡ ἐπιμέλεια καὶ ἡ κήδευσις, τοῖς δὲ ζῶσι παῤ αὑτῶν ἡ πρόνοια. ὅτι δ̓ ἔτυχε, πιστοῦται, ὅταν βέλτιόν τι γίνηται καὶ ἀμετανόητον ᾖ καὶ πεπληρῶσθαι αὐτῷ γίγνηται καὶ ἐπ’ ἐκείνου μένῃ καὶ μὴ ἄλλο ζητῇ. διὸ καὶ ἡ ἡδονὴ οὐκ αὔταρκες: οὐ γὰρ ἀγαπᾷ ταὐτόν: οὐ γάρ, ὅτι ἡδονὴν πάλιν, ταὐτόν: ἄλλο γὰρ ἀεὶ τὸ ἐφ̓ ᾧ ἥδεται. δεῖ δὴ τὸ ἀγαθόν, ὃ αἱρεῖταί τις, εἶναι οὐ τὸ πάθος τὸ ἐπὶ τῷ τυχόντι: ὅθεν καὶ κενὸς μένει ὁ τοῦτο ἀγαθὸν νομίζων, τὸ πάθος μόνον ἔχων, ὃ ἔσχεν ἄν τις ἀπὸ τοῦ ἀγαθοῦ. διὸ οὐκ ἂν ἀνάσχοιτό τις τοῦ πάθους, ἐφ̓ ᾧ οὐκ ἔχων, οἷον ἐπὶ τῷ παιδί, ὅτι πάρεστιν, ἥδεσθαι οὐ παρόντος: οὐδέ γε οἶμαι οἷς ἐν τῷ πληροῦσθαι σωματικῶς τὸ ἀγαθὸν ἥδεσθαι ὡς ἐσθίοντα μὴ ἐσθίοντα, ὡς ἀφροδισίοις χρώμενον μὴ συνόντα ᾗ ἐβούλετο, ἢ ὅλως μὴ δρῶντα.