Ancient Greek · ~3 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.26-2
Not analysed yet
ἐπισκεπτέον δὴ περὶ τούτων καὶ ἤδη ζητητέον πάλιν αὖ τῶν κατ̓ εἴδη λεγομένων κινήσεων, οἷον ἐπὶ τοπικῆς, εἰ μὴ τῷ ἄνω καὶ κάτω καὶ εὐθείᾳ καὶ κύκλῳ, ὡς ἠπόρηται, εἰ ἐμψύχων καὶ ἀψύχων κινήσει —οὐ γὰρ ὁμοία ἡ κίνησις τούτων —καὶ πάλιν ταύτας τῇ πεζῇ καὶ τῷ νεῖν καὶ πτήσει. ἢ καὶ τῷ φύσει γε καὶ παρὰ φύσιν τάχ̓ ἄν τις διέλοι καθ̓ ἕκαστον εἶδος: τοῦτο δὲ οὐκ ἔξωθεν διαφοραὶ κινήσεων. ἢ ποιητικαὶ τούτων αὗται καὶ οὐκ ἂν ἄνευ τούτων. καὶ ἡ φύσις δὲ ἀρχὴ δοκεῖ τούτων. ἢ τὰς μὲν φύσει, τὰς δὲ τέχνῃ, τὰς δὲ προαιρέσει: φύσει μὲν αὐξήσεις, φθίσεις, τέχνῃ δὲ οἰκοδομεῖν, ναυπηγεῖν, προαιρέσει δὲ σκοπεῖσθαι, μανθάνειν, πολιτεύεσθαι, ὅλως λέγειν, πράττειν. περὶ αὐξήσεως αὖ καὶ ἀλλοιώσεως καὶ γενέσεως κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ ὅλως τοῖς ὑποκειμένοις.