Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.27
Not analysed yet
περὶ δὲ στάσεως, ὃ ἀντιτέτακται κινήσει, ἢ ἠρεμίας τί ποτε χρὴ λέγειν; πότερα καὶ αὐτὸ ἕν τι γένος θετέον, ἢ εἴς τι γένος τῶν εἰρημένων ἀνακτέον; βέλτιον δ̓ ἴσως στάσιν τοῖς ἐκεῖ ἀποδόντα ἠρεμίαν ἐνταῦθα ζητεῖν. τὴν οὖν ἠρεμίαν ταύτην ζητητέον πρῶτον τί ποτέ ἐστι. καὶ εἰ μὲν ταὐτὸν φανείη τῇ στάσει, οὐδ̓ ὀρθῶς ἂν ἐνταῦθα ταύτην ζητοῖ οὐδενὸς ἑστηκότος, ἀλλὰ τοῦ φαινομένου ἑστάναι σχολαιοτέρᾳ τῇ κινήσει χρωμένου: εἰ δ̓ ἕτερον ἠρεμίαν στάσεως λέγοιμεν τῷ τὴν μὲν στάσιν περὶ τὸ ἀκίνητον παντελῶς εἶναι, τὴν δ̓ ἠρεμίαν περὶ τὸ ἑστώς, πεφυκὸς δὲ κινεῖσθαι, ὅταν μὴ κινῆται, εἰ μὲν τὸ ἠρεμίζεσθαι λέγοι τὸ ἠρεμεῖν, κίνησιν οὔπω παυσαμένην, ἀλλ̓ ἐνεστῶσαν: εἰ δὲ τὴν οὐκέτι περὶ τὸ κινούμενον οὖσαν, πρῶτον μὲν ζητητέον, εἴ τί ἐστι μὴ κινούμενον ἐνταῦθα. εἰ δὲ μὴ πάσας οἷόν τέ τι τὰς κινήσεις κινεῖσθαι, ἀλλὰ δεῖ κινήσεις τινὰς μὴ κινεῖσθαι, ἵνα καὶ ἐξῇ λέγειν τόδε τὸ κινούμενον εἶναι, τί ἄλλο χρὴ λέγειν τὸ μὴ κινούμενον κατὰ τόπον, ἀλλὰ ἠρεμοῦν ταύτην τὴν κίνησιν, ἢ ὅτι μὴ κινεῖται; ἀπόφασις ἄρα ἔσται ἡ ἠρεμία τοῦ κινεῖσθαι: τοῦτο δὲ οὐκ ἐν γένει. ἠρεμεῖ δὲ οὐκ ἄλλο τι ἢ ταύτην τὴν κίνησιν, οἷον τὴν τοπικήν: τὴν οὖν ἀφαίρεσιν τούτου λέγει. εἰ δέ τις λέγοι: διὰ τί δ̓ οὐ τὴν κίνησιν ἀπόφασιν τῆς στάσεως φήσομεν; ὅτι, φήσομεν, ἥκει τι φέρουσα ἡ κίνησις καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, ἡ δὲ ἠρεμία ἑκάστου οὐδέν ἐστι παῤ αὐτό, ἀλλὰ σημαίνει μόνον, ὅτι κίνησιν οὐκ ἔχει. τί οὖν οὐ καὶ ἐπὶ τῶν νοητῶν στάσιν εἴπομεν ἀπόφασιν κινήσεως; ἢ ὅτι οὐδ̓ ἔστιν εἰπεῖν ἀναίρεσιν τῆς κινήσεως τὴν στάσιν, ὅτι οὐ παυσαμένης τῆς κινήσεώς ἐστιν, ἀλλ̓ οὔσης ἐκείνης καὶ αὕτη ἐστί: καὶ οὐ πεφυκὸς κινεῖσθαι, καθ̓ ὅσον μὴ κινεῖται ἡ στάσις ἐκεῖ, ἀλλά, καθ̓ ὃ στάσις κατείληφεν, ἕστηκε, καθ̓ ὃ δέ ἐστι κινούμενον, ἀεὶ κινήσεται: διὸ καὶ στάσει ἕστηκε καὶ κινήσει κινεῖται: ἐνταῦθα δὲ κινήσει μὲν κινεῖται, ἀπουσίᾳ δὲ ἠρεμεῖ ἐστερημένον τῆς ὀφειλομένης κινήσεως. ἔπειτα δὲ ὁρᾶν δεῖ, τί ἐστιν ἡ στάσις αὐτὴ καὶ οὕτως, ὅταν ἐκ νόσου εἰς ὑγίειαν ἴῃ, ὑγιάζεται. τί οὖν τῇ ὑγιάνσει ταύτῃ ἠρεμίας εἶδος ἀντιτάξομεν; εἰ μὲν γὰρ τὸ ἐξ οὗ, νόσος, ἀλλ̓ οὐ στάσις: εἰ δὲ τὸ εἰς ὅ, ὑγίεια: ὃ οὐ ταὐτὸν τῇ στάσει. εἰ δέ τις λέγοι τὴν ὑγίειαν ἢ τὴν νόσον τινὰ στάσιν εἶναι, εἴδη στάσεως τὴν ὑγίειαν καὶ τὴν νόσον εἶναι φήσει: ὅπερ ἄτοπον. εἰ δὲ συμβεβηκέναι τῇ ὑγιείᾳ τὴν στάσιν, πρὸ τῆς στάσεως ἡ ὑγίεια οὐχ ὑγίεια ἔσται. ἀλλὰ περὶ μὲν τούτων, ὅπῃ δοκεῖ ἑκάστῳ.