Ancient Greek · ~3 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.28-2
Not analysed yet
εἴρηται δ̓ ὅτι τὸ ποιεῖν καὶ τὸ πάσχειν κινήσεις λεκτέον, καὶ ἔστι τὰς μὲν τῶν κινήσεων ἀπολύτους, τὰς δὲ ποιήσεις, τὰς δὲ πείσεις λέγειν. καὶ περὶ τῶν ἄλλων γενῶν λεγομένων, ὅτι εἰς ταῦτα, καὶ περὶ τοῦ πρός τι, ὅτι ἄλλου πρὸς ἄλλο σχέσις, καὶ ὅτι σύνεισιν ἅμα καὶ ἄμφω, καὶ τὸ πρός τι δέ, ὅταν σχέσις οὐσίας ποιῇ αὐτό, οὐχ ᾗ οὐσία ἔσται πρός τι, ἀλλ̓ ἢ καθ̓ ὃ μέρος, οἷον χεὶρ ἢ κεφαλὴ ἢ αἴτιον ἢ ἀρχὴ ἢ στοιχεῖον. ἔστι δὲ καὶ τὰ πρός τι διαιρεῖν, ὥσπερ διῄρηται τοῖς ἀρχαίοις, τὰ μὲν ὡς ποιητικά, τὰ δὲ ὡς μέτρα, τὰ δ̓ ἐν ὑπεροχῇ καὶ ἐλλείψει, τὰ δ̓ ὅλως χωρίζοντα ὁμοιότησι καὶ διαφοραῖς. καὶ περὶ μὲν τούτων τῶν γενῶν ταῦτα.