Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.29-2
Not analysed yet
ἀλλ̓ εἰ μὴ ἕποιτο ἡδονὴ τῷ ἀγαθῷ, γίνοιτο δὲ πρὸ τῆς ἡδονῆς τι, δἰ ὃ καὶ ἡ ἡδονή, διὰ τί οὐκ ἀσπαστόν; ἢ εἰπόντες ἀσπαστὸν ἡδονὴν ἤδη εἴπομεν. ἀλλ̓ εἰ ὑπάρξει μέν, ὑπάρξαντος δὲ δυνατὸν μὴ ἀσπαστὸν εἶναι; ἀλλ̓ εἰ τοῦτο, παρόντος τοῦ ἀγαθοῦ αἴσθησιν ἔχον τὸ ἔχον οὐ γνώσεται, ὅτι. ἢ τί κωλύει καὶ γινώσκειν καὶ μὴ κινεῖσθαι ἄλλως μετὰ τῷ αὐτὸ ἔχειν; ὃ μᾶλλον ἂν τῷ σωφρονεστέρῳ ὑπάρχοι καὶ μᾶλλον τῷ μὴ ἐνδεεῖ. διὸ οὐδὲ τῷ πρώτῳ, οὐ μόνον ὅτι ἁπλοῦν, ἀλλ̓ ὅτι ἡ κτῆσις δεηθέντος ἡδεῖα. ἀλλὰ καὶ τουτὶ καταφανὲς ἔσται τὰ ἄλλα, ὅσα λοιπά, προσανακαθηραμένοις καὶ ἐκεῖνον τὸν ἀντίτυπον λόγον ἀπωσαμένοις. ἔστι δὲ οὗτος, ὃς ἀπορεῖ, τί ἂν καρπώσαιτο ὁ νοῦν ἔχων εἰς ἀγαθοῦ μοῖραν οὐδὲν πληττόμενος, ὅταν ταῦτα ἀκούῃ, τῷ μὴ σύνεσιν αὐτῶν ἴσχειν, ἢ ὄνομα ἀκούων, ἢ ἄλλο τι ἕκαστον αὐτῶν ὑπολαμβάνων ἢ αἰσθητόν τι ζητῶν καὶ τὸ ἀγαθὸν ἐν χρήμασιν ἤ τισι τοιούτοις τιθέμενος. πρὸς ὃν λεκτέον, ὡς, ὅταν ταῦτα ἀτιμάζῃ, ὁμολογεῖ τίθεσθαί τι παῤ αὑτῷ ἀγαθόν, ἀπορῶν δὲ ὅπῃ τῇ ἐννοίᾳ τῇ παῤ αὑτῷ ταῦτα ἐφαρμόττει. οὐ γὰρ ἔστι λέγειν μὴ τοῦτο πάντη ἄπειρον καὶ ἀνεννόητον ὄντα τούτου. τάχα δὲ καὶ τὸ ὑπὲρ νοῦν ἀπομαντεύεται. ἔπειτα δέ, εἰ τῷ ἀγαθῷ ἢ τῷ ἐγγὺς τούτου προσβάλλων ἀγνοεῖ, ἐκ τῶν ἀντικειμένων εἰς ἔννοιαν ἴτω. ἢ οὐδὲ κακὸν τὴν ἄνοιαν θήσεται: καίτοι πᾶς αἱρεῖται νοεῖν καὶ νοῶν σεμνύνεται. μαρτυροῦσι δὲ καὶ αἱ αἰσθήσεις εἰδήσεις εἶναι θέλουσαι. εἰ δὴ νοῦς τίμιον καὶ καλὸν καὶ νοῦς ὁ πρῶτος μάλιστα, τί ἂν φαντασθείη τις, εἴ τις δύναιτο τὸν τούτου γεννητὴν καὶ πατέρα; τὸ δὲ εἶναι καὶ τὸ ζῆν ἀτιμάζων ἀντιμαρτυρεῖ ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πάθεσι πᾶσιν. εἰ δέ τις δυσχεραίνει τὸ ζῆν, ᾧ θάνατος μέμικται, τὸ τοιοῦτο δυσχεραίνει, οὐ τὸ ἀληθῶς ζῆν.