Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.28-3
Not analysed yet
τὸ δ̓ ἐκ τοῦ λόγου συμβαῖνον νῦν ὀπτέον. εἰ γὰρ πανταχοῦ τὸ παραγινόμενον ὡς ἀγαθὸν εἶδος, καὶ τῇ ὕλῃ δὲ εἶδος ἔνι τὸ ἀγαθόν, πότερον ἠθέλησεν ἂν ἡ ὕλη, εἴπερ ἦν αὐτῇ τὸ θέλειν, εἶδος μόνον γενέσθαι; ἀλλ̓ εἰ τοῦτο, ἀπολέσθαι θελήσει: τὸ δ̓ ἀγαθὸν αὑτῷ πᾶν ζητεῖ. ἀλλ̓ ἴσως οὐχ ὕλη εἶναι ζητήσει, ἀλλὰ εἶναι, τοῦτο δ̓ ἔχουσα ἀφεῖναι αὑτῆς θελήσει τὴν κάκην. ἀλλὰ τὸ κακὸν πῶς ἔφεσιν ἕξει τοῦ ἀγαθοῦ; ἢ οὐδὲ τὴν ὕλην ἐν ἐφέσει ἐτιθέμεθα, ἀλλὰ ὑπόθεσιν ἐποιεῖτο ὁ λόγος αἴσθησιν δούς, εἴπερ οἷόν τε ἦν δοῦναι ὕλην τηροῦσιν: ἀλλὰ τοῦ εἴδους ἐπελθόντος, ὥσπερ ὀνείρατος ἀγαθοῦ, ἐν καλλίονι τάξει γεγονέναι. εἰ μὲν οὖν τὸ κακὸν ἡ ὕλη, εἴρηται: εἰ δ̓ ἄλλο τι, οἷον κακία, εἰ αἴσθησιν λάβοι τὸ εἶναι αὐτῆς, ἆῤ οὖν ἔτι τὸ οἰκεῖον πρὸς τὸ κρεῖττον τὸ ἀγαθὸν ἔσται; ἢ οὐχ ἡ κακία ἦν ἡ αἱρουμένη, ἀλλὰ τὸ κακούμενον. εἰ δὲ ταὐτὸν τὸ εἶναι καὶ τὸ κακόν, πῶς τοῦτο τὸ ἀγαθὸν αἱρήσεται; ἀλλ̓ ἆρά γε, εἰ αἴσθησιν αὑτοῦ λάβοι τὸ κακόν, ἀγαπήσει αὑτό; καὶ πῶς ἀγαπητὸν τὸ μὴ ἀγαπητὸν ἔσται; οὐ γὰρ δὴ τῷ οἰκείῳ ἐθέμεθα τὸ ἀγαθόν. καὶ ταῦτα μὲν ταύτῃ. ἀλλ̓ εἰ εἶδος τὸ ἀγαθὸν πανταχοῦ καὶ μᾶλλον ἐπαναβαίνουσι μᾶλλον εἶδος —μᾶλλον γὰρ ψυχὴ εἶδος ἢ σώματος εἶδος καὶ ψυχῆς τὸ μὲν μᾶλλον, τὸ δ̓ ἐπὶ μᾶλλον, καὶ νοῦς ψυχῆς —τὸ ἀγαθὸν ἂν προσχωροῖ τῷ τῆς ὕλης ἐναντίῳ καὶ οἷον καθαιρομένῳ καὶ ἀποτιθεμένῳ, κατὰ δύναμιν μὲν ἑκάστῳ, τὸ δὲ μάλιστα πᾶν ὅ τι ὕλης ἀποτιθεμένῳ. καὶ δὴ καὶ ἡ τοῦ ἀγαθοῦ φύσις πᾶσαν ὕλην φυγοῦσα, μᾶλλον δε οὐδαμῇ οὐδαμῶς πλησίον γενομένη, ἀναπεφευγυῖα ἂν εἴη εἰς τὴν ἀνείδεον φύσιν, ἀφ̓ ἧς τὸ πρῶτον εἶδος. ἀλλὰ περὶ τούτου ὕστερον.