Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.3-6
Not analysed yet
ἀλλὰ τὸ ἄπειρον δὴ τοῦτο πῶς ὑφέστηκεν ὂν ἄπειρον; ὃ γὰρ ὑφέστηκε καὶ ἔστιν, ἀριθμῷ κατείληπται ἤδη. ἀλλὰ πρότερον, εἰ ἐν τοῖς οὖσιν ὄντως πλῆθος, πῶς κακὸν τὸ πλῆθος; ἢ ὅτι ἥνωται τὸ πλῆθος, καὶ κεκώλυται πάντη πλῆθος εἶναι ἓν ὂν πλῆθος, καὶ διὰ τοῦτο δὲ ἐλαττοῦται τοῦ ἑνός, ὅτι πλῆθος ἔχει, καὶ ὅσον πρὸς τὸ ἓν χεῖρον. καὶ οὐκ ἔχον δὲ τὴν φύσιν ἐκείνου, ἀλλὰ ἐκβεβηκός, ἠλάττωται, τῷ δ̓ ἑνὶ παῤ ἐκείνου τὸ σεμνὸν ἔχει, καὶ ἀνέστρεψε δὲ τὸ πλῆθος εἰς ἓν καὶ ἔμεινεν. ἀλλ̓ ἡ ἀπειρία πῶς; ἡ γὰρ οὖσα ἐν τοῖς οὖσιν ἤδη ὥρισται, ἢ εἰ μὴ ὥρισται, οὐκ ἐν τοῖς οὖσιν, ἀλλ̓ ἐν τοῖς γινομένοις ἴσως, ὡς καὶ τῷ χρόνῳ. ἢ κἂν ὁρισθῇ, τούτῳ γε ἄπειρος: οὐ γὰρ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον ὁρίζεται: οὐ γὰρ δὴ ἄλλο τι μεταξὺ πέρατος καὶ ἀπείρου, ὃ τὴν τοῦ ὅρου δέχεται φύσιν. τοῦτο δὴ τὸ ἄπειρον φεύγει μὲν αὐτὸ τὴν τοῦ πέρατος ἰδέαν, ἁλίσκεται δὲ περιληφθὲν ἔξωθεν. φεύγει δὲ οὐκ εἰς τόπον ἄλλον ἐξ ἑτέρου: οὐ γὰρ οὐδ̓ ἔχει τόπον: ἀλλ̓ ὅταν ἁλῷ, ὑπέστη τόπος. διὸ οὐδὲ τὴν λεγομένην κίνησιν αὐτῆς τοπικὴν θετέον οὐδέ τινα ἄλλην τῶν λεγομένων αὐτῇ παῤ αὐτῆς ὑπάρχειν: ὥστε οὐδ̓ ἂν κινοῖτο. ἀλλ̓ οὐδ̓ ἕστηκεν αὖ: ποῦ γὰρ τοῦ ποῦ ὕστερον γινομένου; ἀλλ̓ ἔοικεν ἡ κίνησις αὐτῆς οὕτω λέγεσθαι, ὅτι μὴ μένει. ἆῤ οὖν οὕτως ἔχει, ὡς μετέωρος εἶναι ἐν τῷ αὐτῷ, ἢ αἰωρεῖσθαι ἐκεῖσε καὶ δεῦρο; οὐδαμῶς. ἄμφω γὰρ πρὸς τὸν αὐτὸν τόπον κρίνεται, τό τε μετέωρον οὐ παρεγκλῖνον καὶ τὸ παρεγκλῖνον. τί ἂν οὖν τις ἐπινοήσειεν αὐτήν; ἢ χωρίσας τὸ εἶδος τῇ διανοίᾳ. τί οὖν νοήσει; ἢ τὰ ἐναντία ἅμα καὶ οὐ τὰ ἐναντία: καὶ γὰρ μέγα καὶ σμικρὸν νοήσει: γίνεται γὰρ ἄμφω: καὶ ἑστὼς καὶ κινούμενον: καὶ γὰρ ταῦτα γίνεται. ἀλλὰ πρὸ τοῦ γίνεσθαι δῆλον, ὅτι οὐδέτερον ὡρισμένως: εἰ δὲ μή, ὥρισας. εἰ οὖν ἄπειρος καὶ ταῦτα ἀπείρως καὶ ἀορίστως, φαντασθείη γ̓ ἂν ἑκάτερα. καὶ προσελθὼν ἐγγὺς μὴ ἐπιβάλλων τι πέρας ὥσπερ δίκτυον ὑπεκφεύγουσαν ἕξεις καὶ οὐδὲν ἓν εὑρήσεις: ἤδη γὰρ ὥρισας: ἀλλ̓ εἴ τῷ προσέλθοις ὡς ἑνί, πολλὰ φανεῖται, κἂν πολλὰ εἴπῃς, πάλιν αὖ ψεύσῃ: οὐκ ὄντος γὰρ ἑκάστου ἑνὸς οὐδὲ πολλὰ τὰ πάντα: καὶ αὕτη ἡ φύσις αὐτῆς καθ̓ ἕτερον τῶν φαντασμάτων κίνησις, καὶ καθ̓ ὃ προσῆλθεν ἡ φαντασία στάσις. καὶ τὸ μὴ δύνασθαι δἰ αὑτῆς αὐτὴν ἰδεῖν, κίνησις ἀπὸ νοῦ καὶ ἀπολίσθησις: τὸ δὲ μὴ ἀποδρᾶναι ἔχειν, εἴργεσθαι δὲ ἔξωθεν καὶ κύκλῳ καὶ μὴ ἐξεῖναι προχωρεῖν, στάσις ἂν εἴη: ὥστε μὴ μόνον ἐξεῖναι κινεῖσθαι λέγειν.