Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.2-4
Not analysed yet
τί οὖν ἐπὶ τοῦ λεγομένου ἀριθμοῦ τῆς ἀπειρίας; ἀλλὰ πρῶτον, πῶς ἀριθμός, εἰ ἄπειρος; οὔτε γὰρ τὰ αἰσθητὰ ἄπειρα, ὥστε οὐδὲ ὁ ἐπ’ αὐτοῖς ἀριθμός, οὔτε ὁ ἀριθμῶν τὴν ἀπειρίαν ἀριθμεῖ: ἀλλὰ κἂν διπλάσια ἢ πολλαπλάσια ποιῇ, ὁρίζει ταῦτα, κἂν πρὸς τὸ μέλλον ἢ τὸ παρεληλυθὸς λαμβάνῃ, ἢ καὶ ὁμοῦ, ὁρίζει ταῦτα. ἆῤ οὖν οὐχ ἁπλῶς ἄπειρος, οὕτω δέ, ὥστε ἀεὶ ἐξεῖναι λαμβάνειν; ἢ οὐκ ἐπὶ τῷ ἀριθμοῦντι τὸ γεννᾶν, ἀλλ̓ ἤδη ὥρισται καὶ ἕστηκεν. ἢ ἐν μὲν τῷ νοητῷ, ὥσπερ τὰ ὄντα, οὕτω καὶ ὁ ἀριθμὸς ὡρισμένος ὅσος τὰ ὄντα: ἡμεῖς δὲ ὡς τὸν ἄνθρωπον πολλὰ ποιοῦμεν ἐφαρμόζοντες πολλάκις καὶ τὸ καλὸν καὶ τὰ ἄλλα, οὕτω μετὰ τοῦ εἰδώλου ἑκάστου καὶ εἴδωλον ἀριθμοῦ συναπογεννῶμεν, καὶ ὥς τι ἄστυ πολλαπλασιοῦμεν οὐχ ὑφεστώς, οὕτως τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀριθμοὺς πολλαπλασίους ποιοῦμεν: καὶ εἰ τοὺς χρόνους δὲ ἀριθμοῖμεν, ἀφ̓ ὧν ἔχομεν ἀριθμῶν ἐπάγομεν ἐπὶ τοὺς χρόνους μενόντων ἐν ἡμῖν ἐκείνων.