Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.4-2
Not analysed yet
τί οὖν ταὐτὸν ἐν τοῖς τρισί, καὶ τί ἔσται, ὃ ταῦτα ποιεῖ οὐσίαν τὴν ἐν τούτοις; ἆρα ὑποβάθραν τινὰ τοῖς ἄλλοις; ἀλλ̓ ἡ μὲν ὕλη ὑποβάθρα καὶ ἕδρα δοκεῖ τῷ εἴδει εἶναι, ὥστε τὸ εἶδος οὐκ ἔσται ἐν οὐσίᾳ. τό τε σύνθετον ἄλλοις ὑποβάθρα καὶ ἕδρα, ὥστε καὶ τὸ εἶδος μετὰ τῆς ὕλης ὑποβεβλήσεται τοῖς συνθέτοις ἢ πᾶσί γε τοῖς μετὰ τὸ σύνθετον, οἷον ποσῷ, ποιῷ, κινήσει. ἀλλ̓ ἆρα τὸ μὴ ἑτέρου ὃ λέγεται; λευκὸν μὲν γὰρ καὶ μέλαν ἄλλου τοῦ λελευκωμένου, καὶ τὸ διπλάσιον δὲ ἑτέρου: λέγω δὲ οὐ τοῦ ἡμίσεος εἶναι, ἀλλὰ ξύλον διπλάσιον: καὶ πατὴρ ἄλλου, ᾗ πατήρ ἐστι, καὶ ἡ ἐπιστήμη δὲ ἄλλου τοῦ ἐν ᾧ, καὶ τόπος δὲ πέρας ἄλλου, καὶ χρόνος μέτρον ἄλλου, πῦρ δὲ οὐκ ἄλλου οὐδὲ ξύλον καθ̓ ὃ ξύλον ἄλλου οὐδ̓ ἄνθρωπος ἄλλου οὐδὲ Σωκράτης οὐδ̓ ὅλως ἡ σύνθετος οὐσία οὐδὲ τὸ κατὰ τὴν οὐσίαν εἶδος ἄλλου, ὅτι οὐκ ἄλλου πάθος ἦν: οὐ γὰρ τῆς ὕλης εἶδος, τοῦ δὲ συναμφοτέρου μέρος: τὸ δὲ τοῦ ἀνθρώπου εἶδος καὶ ὁ ἄνθρωπος ταὐτόν: καὶ ἡ ὕλη μέρος ὅλου καὶ ἄλλου ὡς τοῦ ὅλου, οὐχ ὡς ἑτέρου ὄντος ἐκείνου, οὗ λέγεται: λευκὸν δὲ ὃ λέγεται εἶναι ἑτέρου ἐστίν. ὃ οὖν ἄλλου ὂν ἐκείνου λέγεται, οὐκ οὐσία: οὐσία τοίνυν, ὃ ὅπερ ἔστιν αὑτοῦ ἔστιν, ἢ μέρος ὂν τοιούτου συμπληρωτικόν ἐστι συνθέτου, ὄντος μὲν αὐτοῦ ἕκαστον μὲν ἢ ἑκάτερον αὑτοῦ, πρὸς δὲ τὸ σύνθετον ἄλλον τρόπον ἐκείνου λεγόμενον, ᾗ μὲν μέρος, πρὸς ἄλλο λεγόμενον, καθ̓ αὑτὸ δὲ φύσει ἐν τῷ εἶναι ὃ ἔστιν οὐχ ἑτέρου λεγόμενον. κοινὸν δὲ καὶ τὸ ὑποκείμενον ἐπί τε τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ συναμφοτέρου: ἀλλὰ ἄλλως μὲν ἡ ὕλη τῷ εἴδει, ἄλλως δὲ τὸ εἶδος τοῖς πάθεσι καὶ τὸ συναμφότερον: ἢ οὔτε ἡ ὕλη ὑποκείμενον τῷ εἴδει: τελείωσις γὰρ τὸ εἶδος αὐτῆς καθ̓ ὅσον ὕλη καὶ καθ̓ ὅσον δυνάμει: οὐδ̓ αὖ τὸ εἶδος ἐν ταύτῃ: μεθ̓ οὗ γάρ τι ἀπαρτίζει ἕν τι, οὐκ ἔσται θάτερον ἐν θατέρῳ, ἀλλ̓ ἄμφω ὁμοῦ ὑποκείμενα ἄλλῳ, οἷον ἄνθρωπος καὶ τὶς ἄνθρωπος ὑπόκεινται τοῖς πάθεσι καὶ προυπάρχουσι τῶν ἐνεργειῶν καὶ τῶν παρακολουθούντων, καὶ ἀφ̓ ἧς δὲ τὰ ἄλλα καὶ δἰ ἣν τὰ ἄλλα καὶ περὶ ὃ τὸ πάσχειν καὶ ἀφ̓ ἧς τὸ ποιεῖν.