Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.5-3
Not analysed yet
ἀκουστέον δὲ ταῦτα περὶ τῆς ἐνθάδε οὐσίας λεγομένης: εἰ δέ πῃ ταῦτα καὶ ἐπ’ ἐκείνης συμβαίνει, ἴσως μὲν κατ̓ ἀναλογίαν καὶ ὁμωνύμως. καὶ γὰρ τὸ πρῶτον ὡς πρὸς τὰ μετ̓ αὐτὸ λέγεται: οὐ γὰρ ἁπλῶς πρῶτον, ἀλλ̓ ἔστιν ὡς πρὸς ἐκεῖνα ἔσχατα ἄλλα πρῶτα μετ̓ ἐκεῖνα. καὶ τὸ ὑποκείμενον ἄλλως, καὶ τὸ πάσχειν ἐκεῖ ἀμφισβητεῖται, καὶ εἰ κἀκεῖ, ἄλλο τὸ ἐκεῖ πάσχειν: καὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κατὰ πάσης οὐσίας, εἰ τὸ ἐν ὑποκειμένῳ ʽεἶναἰ δεῖ μὴ ὡς μέρος ὑπάρχειν τοῦ ἐν ᾧ ἐστι, μηδ̓ οὕτως, ὥστε μηδὲ συντελεῖν μετ̓ ἐκείνου εἰς ἕν τι: μεθ̓ οὗ γὰρ συντελεῖ εἰς σύνθετον οὐσίαν, ἐν ἐκείνῳ ὡς ὑποκειμένῳ οὐκ ἂν εἴη: ὥστε μήτε τὸ εἶδος ἐν τῇ ὕλῃ εἶναι ὡς ὑποκειμένῳ, μήτε τὸν ἄνθρωπον ἐν τῷ Σωκράτει μέρος ὄντα Σωκράτους. ὃ οὖν ʽ??ʼὴ ἐν ὑποκειμένῳ, οὐσία: εἰ δὲ λέγομεν μήτε ποκειμενῳ, μήτε καθ̓ ὑποκειμένου, προσθετέον ὡς λλου, ἵνα καὶ ὁ ἄνθρωπος λεγόμενος κατὰ τοῦ τινὸς ἀνθρώπου περιλαμβάνηται τῷ λόγῳ ἐν τῇ προσθήκῃ τῇ μὴ κατ̓ ἄλλου. ὅταν γὰρ τὸν ἄνθρωπον κατηγορῶ τοῦ Σωκράτους, οὕτως λέγω, οὐχ ὡς τὸ ξύλον λευκόν, ἀλλ̓ ὡς τὸ λευκὸν λευκόν: τὸν γὰρ Σωκράτην λέγων ἄνθρωπον τὸν τινὰ ἄνθρωπον λέγω ἄνθρωπον, καὶ τοῦ ἐν τῷ Σωκράτει ἀνθρώπου τὸν ἄνθρωπον: τοῦτο δὲ ταὐτὸν τῷ τὸν Σωκράτην Σωκράτην λέγειν, καὶ ἔτι τῷ κατὰ ζῴου λογικοῦ τοιοῦδε τὸ ζῷον κατηγορεῖν. εἰ δέ τις λέγοι μὴ ἴδιον εἶναι τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, τὴν γὰρ διαφορὰν μηδ̓ αὐτὴν εἶναι τῶν ἐν ὑποκειμένῳ, μέρος οὐσίας λαμβάνων τὸ δίπουν τοῦτο οὐκ ἐν ὑποκειμένῳ φησὶν εἶναι: ἐπεί, εἰ μὴ τὸ δίπουν λαμβάνοι, ὅ ἐστι τοιάδε οὐσία, ἀλλὰ διποδίαν, μὴ οὐσίαν λέγων, ἀλλὰ ποιότητα, ἐν ὑποκειμένῳ ἔσται τὸ δίπουν. ἀλλ̓ οὐδὲ ὁ χρόνος ἐν ὑποκειμένῳ, οὐδ̓ ὁ τόπος. ἀλλ̓ εἰ μὲν τὸ μέτρον λαμβάνεται κινήσεως κατὰ τὸ μεμετρημένον, τὸ μέτρον ἐν τῇ κινήσει ὑπάρξει ὡς ἐν ὑποκειμένῳ, ἥ τε κίνησις ἐν τῷ κινουμένῳ: εἰ δὲ κατὰ τὸ μετροῦν λαμβάνεται, ἐν τῷ μετροῦντι ἔσται τὸ μέτρον. ὁ δὲ τόπος πέρας τοῦ περιέχοντος ὢν ἐν ἐκείνῳ. καίτοι περὶ ταύτην τὴν οὐσίαν, περὶ ἧς ὁ λόγος, γίνεται ἐναντίως ἢ κατὰ ἓν τούτων ἢ κατὰ πλείω ἢ κατὰ πάντα τὰ εἰρημένα λαμβάνεσθαι τὴν οὐσίαν τὴν τοιαύτην ἐφαρμοττόντων καὶ τῇ ὕλῃ καὶ τῷ εἴδει καὶ τῷ συναμφοτέρῳ τῶν εἰρημένων.