Ancient Greek · ~5 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ
Plotinus, Enneades 6.5-4
Not analysed yet
καὶ τὸ μέγα αὐτῆς οὕτω ληπτέον, οὐκ ἐν ὄγκῳ: τοῦτο γὰρ μικρόν ἐστιν εἰς τὸ μηδὲν ἰόν, εἴ τις ἀφαιροῖ. ἐκεῖ δὲ οὐδὲ ἀφελεῖν ἔστιν, οὐδ̓ εἰ ἀφαιροῖς ἐπιλείψει. εἰ δὲ οὐκ ἐπιλείψει, τί δεῖ δεδιέναι, μή τινος ἀποστατῇ; πῶς γὰρ ἀποστατεῖ οὐκ ἐπιλείπουσα, ἀλλ̓ ἀέναος οὖσα φύσις οὐ ῥέουσα; ῥέουσα μὲν γὰρ ἐπὶ τοσοῦτον ἔρχεται, ἐφ̓ ὅσον ῥεῖν δύναται, μὴ ῥέουσα δέ: οὐδὲ γὰρ ἂν οὐδ̓ ὅπου ῥεύσειεν ἔχοι: τὸ πᾶν κατείληφε, μᾶλλον δὲ αὐτή ἐστι τὸ πᾶν καὶ μεῖζόν τι οὖσα ἢ κατὰ σώματος φύσιν. ὀλίγον γὰρ εἰκότως νομίζοιτο τῷ παντὶ διδόναι, ὅσον δύναται τοῦτο αὐτοῦ φέρειν. δεῖ δὲ ἐκεῖνο μήτε ἔλαττον λέγειν, μηδὲ τιθέμενον ἔλαττον τῷ ὄγκῳ ἀπιστεῖν ἤδη, ὡς οὐ δυνατὸν ἐπὶ τὸ μεῖζον αὐτοῦ ἰέναι τὸ ἔλαττον: οὔτε γὰρ τὸ ἔλαττον κατηγορητέον, οὐδὲ παραθετέον ὄγκον πρὸς ἄογκον ἐν μετρήσει —ὅμοιον γὰρ ὡς εἴ τις ἰατρικὴν λέγοι ἐλάττω εἶναι τοῦ σώματος τοῦ ἰατροῦ —οὐδ̓ αὖ οὕτω μεῖζον νομιστέον τῇ ποσοῦ μετρήσει: ἐπεὶ οὐδ̓ ἐπὶ τῆς ψυχῆς οὕτως τὸ μέγα καὶ τὸ μεῖζον τοῦ σώματος. μαρτυρεῖ δὲ τῷ μεγάλῳ τῆς ψυχῆς καὶ τὸ μείζονος τοῦ ὄγκου γινομένου φθάνειν ἐπὶ πᾶν αὐτοῦ τὴν αὐτὴν ψυχήν, ἣ ἐπ’ ἐλάττονος ὄγκου ἦν. γελοῖον γὰρ πολλαχῇ, εἴ τις προσθείη καὶ τῇ ψυχῇ ὄγκον.