Ancient Greek · ~5 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ
Plotinus, Enneades 6.6-4
Not analysed yet
τί οὖν οὐκ ἐπ’ ἄλλο σῶμα ἔρχεται; ἢ ὅτι ἐκεῖνο δεῖ, εἰ δύναται, προσελθεῖν, τὸ δὲ προσεληλυθὸς καὶ δεξάμενον ἔχει. τί οὖν; τὸ ἄλλο σῶμα τὴν αὐτὴν ψυχὴν ἔχει ἔχον καὶ αὐτὸ τὴν ἣν ἔχει ψυχήν; τί γὰρ διαφέρει; ἢ καὶ ταῖς προσθήκαις. εἶτα πῶς ἐν ποδὶ καὶ χειρὶ τὴν αὐτήν, τὴν δὲ ἐν τῷδε τῷ μέρει τοῦ παντὸς οὐ τὴν αὐτὴν τῇ ἐν τῷδε; εἰ δὲ αἱ αἰσθήσεις διάφοροι, καὶ τὰ πάθη τὰ συμπίπτοντα διάφορα λεκτέον εἶναι. ἄλλα οὖν ἐστι τὰ κρινόμενα, οὐ τὸ κρῖνον: ὁ δὲ κρίνων ὁ αὐτὸς δικαστὴς ἐν ἄλλοις καὶ ἄλλοις πάθεσι γινόμενος, καίτοι οὐχ ὁ πάσχων αὐτός, ἀλλ̓ ἡ τοῦ τοιοῦδε σώματος φύσις: καὶ ἔστιν οἷον εἰ αὐτὸς ἡμῶν καὶ ἡδονὴν κρίνοι τὴν περὶ τὸν δάκτυλον καὶ ἀλγηδόνα τὴν περὶ τὴν κεφαλήν. διὰ τί οὖν οὐ συναισθάνεται ἡ ἑτέρα τὸ τῆς ἑτέρας κρίμα; ἢ ὅτι κρίσις ἐστίν, ἀλλ̓ οὐ πάθος. εἶτα οὐδ̓ αὐτὴ ἡ κρίνασα κέκρικα λέγει, ἀλλ̓ ἔκρινε μόνον: ἐπεὶ οὐδὲ παῤ ἡμῖν ἡ ὄψις τῇ ἀκοῇ λέγει, καίτοι ἔκριναν ἄμφω, ἀλλὰ ὁ λογισμὸς ἐπ’ ἀμφοῖν: τοῦτο δὲ ἕτερον ἀμφοῖν. πολλαχῇ δὲ καὶ ὁ λογισμὸς εἶδε τὸ ἐν ἑτέρῳ κρίμα καὶ σύνεσιν ἔσχεν ἑτέρου πάθους. εἴρηται δὲ περὶ τούτου καὶ ἐν ἄλλοις.