Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.6
Not analysed yet
τὸ δὲ πρός τι οὕτως ἐπισκεπτέον, εἴ τις κοινότης γενικὴ ἐν αὐτῷ ὑπάρχει ἢ ἄλλον τρόπον εἰς ἓν καὶ μάλιστα ἐπὶ τούτου, εἰ ὑπόστασίς τις ἡ σχέσις ἐστὶν αὕτη, ὥσπερ ὁ δεξιὸς καὶ ὁ ἀριστερὸς καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ ἐπὶ μὲν τῶν ἐστιν, ὥσπερ ἐπὶ τοῦ ὕστερον λεχθέντος, ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος οὐδεμία, ἢ οὐδαμοῦ τοῦτο. τί δὴ ἐπὶ διπλασίου καὶ ἡμίσεος καὶ ὅλως ὑπερέχοντος καὶ ὑπερεχομένου, καὶ αὖ ἕξεως καὶ διαθέσεως, ἀνακλίσεως, καθίσεως, στάσεως, καὶ αὖ πατρός, υἱέος, δεσπότου, δούλου, καὶ πάλιν ὁμοίου, ἀνομοίου, ἴσου, ἀνίσου, ποιητικοῦ τε αὖ καὶ παθητικοῦ, καὶ μέτρου καὶ μετρουμένου; καὶ ἐπιστήμη καὶ αἴσθησις, ἡ μὲν πρὸς ἐπιστητόν, ἡ δὲ πρὸς αἰσθητόν. ἡ μὲν γὰρ ἐπιστήμη ἔχοι ἂν πρὸς ἐπιστητὸν μίαν τινὰ κατ̓ ἐνέργειαν ὑπόστασιν πρὸς τὸ τοῦ ἐπιστητοῦ εἶδος, καὶ ἡ αἴσθησις πρὸς αἰσθητὸν ὡσαύτως, τό τε ποιητικὸν πρὸς τὸ παθητικόν, κἂν ἔργον ἓν ἀπεργάσαιτο, καὶ τὸ μέτρον πρὸς τὸ μετρούμενον. ὅμοιον δὲ πρὸς ὅμοιον τί ἂν ἔχοι ἀπογεννώμενον; ἢ οὐκ ἀπογεννώμενον, ἀλλὰ ὑπάρχον, τὴν ταυτότητα τὴν ἐν τῷ ποιῷ. ἀλλὰ παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν οὐδέν. οὐδὲ τὰ ἴσα: τὸ γὰρ ταὐτὸν ἐν τῷ ποσῷ προυπάρχει πρὸ τῆς σχέσεως: ἡ δὲ σχέσις τί ἄλλο ἢ ἡμετέρα κρίσις παραβαλλόντων τὰ ἐφ̓ ἑαυτῶν ὄντα ἃ ἔστι καὶ λεγόντων ʽτοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητἀ καὶ ʽοὗτος πεποίηκε τοῦτον καὶ οὗτος κρατεῖ τούτοὐ; κάθισίς τε καὶ στάσις παρὰ τὸ καθήμενον καὶ ἑστηκὸς τί ἂν εἴη; ἡ δὲ ἕξις, ἡ μὲν κατὰ τὸ ἔχον λεγομένη, ἔχειν ἂν μᾶλλον σημαίνοι, ἡ δὲ κατὰ τὸ ἐχόμενον, ποιὸν ἂν εἴη: καὶ ἐπὶ διαθέσεως ὡσαύτως. τί ἂν οὖν εἴη παρὰ ταῦτα τὰ πρὸς ἄλληλα ἢ ἡμῶν τὴν παράθεσιν νοούντων; τὸ δ̓ ὑπερέχον τὸ μὲν τοσόνδε μέγεθος, τὸ δὲ τοσόνδε: ἄλλο δὲ τόδε, τὸ δὲ ἄλλο: ἡ δὲ παραβολὴ παῤ ἡμῶν, οὐκ ἐν αὐτοῖς. ὁ δὲ δεξιὸς πρὸς ἀριστερὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν μᾶλλον ἂν ἴσως ἐν τῷ κεῖσθαι: ὁ μὲν ὡδί, ὁ δὲ ὡδί: ἡμεῖς δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐνοήσαμεν, ἐν δὲ αὐτοῖς οὐδέν. τό τε πρότερον καὶ ὕστερον χρόνοι δύο: τὸ δὲ πρότερον καὶ ὕστερον ἡμεῖς ὡσαύτως.