Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.5
Not analysed yet
ὁ δὲ λόγος καὶ ὁ χρόνος καὶ ἡ κίνησις πῶς; πρῶτον δὲ περὶ τοῦ λόγου, εἰ βούλει. μετρεῖται μὲν γάρ: ἀλλὰ λόγος ὢν τοσόσδε ἐστίν, ᾗ δὲ λόγος, οὐ ποσόν: σημαντικὸν γάρ, ὥσπερ τὸ ὄνομα καὶ τὸ ῥῆμα. ὕλη δ̓ αὐτοῦ ὁ ἀήρ, ὥσπερ καὶ τούτων: καὶ γὰρ σύγκειται ἐξ αὐτῶν: ἡ δὲ πληγὴ μᾶλλον λόγος, καὶ οὐχ ἡ πληγὴ ἁπλῶς, ἀλλ̓ ἡ τύπωσις ἡ γιγνομένη, ὥσπερ μορφοῦσα: μᾶλλον οὖν ποίησις καὶ ποίησις σημαντική. τὴν δὲ κίνησιν ταύτην καὶ τὴν πληγὴν ποίησιν μᾶλλον ἂν εὐλόγως τις θεῖτο, τὴν δὲ ἀντικειμένως πάθος, ἢ ἑκάστην ἄλλου μὲν ποίησιν, ἄλλου δὲ πάθος, ἢ ποίησιν εἰς τὸ ὑποκείμενον, πάθημα δ̓ ἐν τῷ ὑποκειμένῳ. εἰ δὲ μὴ κατὰ τὴν πληγὴν ἡ φωνή, ἀλλὰ κατὰ τὸν ἀέρα, δύο ἂν εἴη καὶ οὐ μία ἡ κατηγορία ἐκ τῆς σημαντικῆς εἰς συσσημαντικὸν ἐκείνης τῆς κατηγορίας. ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον: ἢ γὰρ ψυχὴ ἢ τὸ νῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, κατὰ μὲν τὸ τοσόσδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη: τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ γὰρ δὴ ποσότης ὁ χρόνος: ἡ δὲ ποσότης οὐκ ἐφαπτομένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη τὸ κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσὰ θεῖτο, καὶ ἡ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν. τὸ δὲ ἴσον καὶ ἄνισον ἴδιον εἶναι τοῦ ποσοῦ ἐπ’ αὐτοῦ ληπτέον, οὐ τῶν μετεχόντων, ἀλλ̓ ἢ κατὰ συμβεβηκός, οὐχ ᾗ αὐτὰ ἐκεῖνα, ὥσπερ ὁ τρίπηχυς ποσός, συνῃρημένος καὶ οὗτος οὐκ εἰς γένος ἕν, ἀλλ̓ ὑφ̓ ἓν καὶ μίαν κατηγορίαν.