Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.6-3
Not analysed yet
εἰ δέ τις λέγοι, ὡς ταῦτα μὲν ἔστω τεθεωρημένα περὶ τὴν οὐσίαν, ὃ δ̓ ἔστιν οὐκ εἴρηται, αἰτεῖ ἔτι ἴσως αἰσθητὸν ἰδεῖν τοῦτο: τὸ δ̓ ἔστι τοῦτο καὶ τὸ εἶναι οὐκ ἂν ὁρῷτο. τί οὖν; τὸ πῦρ οὐκ οὐσία καὶ τὸ ὕδωρ; οὐσία οὖν ἑκάτερον, ὅτι ὁρᾶται; οὔ. ἀλλὰ τῷ ὕλην ἔχειν; οὔ. ἀλλὰ τῷ εἶδος; οὐδὲ τοῦτο. ἀλλ̓ οὐδὲ τῷ συναμφότερον. ἀλλὰ τίνι δή; τῷ εἶναι. ἀλλὰ καὶ τὸ ποσὸν ἔστι, καὶ τὸ ποιὸν ἔστιν. ἡμεῖς δὴ φήσομεν ἄρα, ὅτι ὁμωνύμως. ἀλλὰ τί ἐπὶ πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων τὸ ἔστι, καὶ τίς ἡ διαφορὰ τούτου τοῦ ἔστι καὶ τοῦ ἐπὶ τῶν ἄλλων; ἢ ὅτι τὸ μὲν ἁπλῶς εἶναι λέγεται καὶ ἁπλῶς ὄν, τὸ δὲ λευκὸν εἶναι. τί οὖν; τὸ εἶναι τὸ προσκείμενον τῷ λευκῷ ταὐτὸν τῷ ἄνευ προσθήκης; οὐχί: ἀλλὰ τὸ μὲν πρώτως ὄν, τὸ δὲ κατὰ μετάληψιν καὶ δευτέρως. τό τε γὰρ λευκὸν προστεθὲν τῷ ὄντι πεποίηκε λευκὸν τὸ ὄν, τό τε ὂν τῷ λευκῷ προστεθὲν πεποίηκε τὸ λευκὸν ὄν, ὥστε ἑκατέρῳ, τῷ μὲν ὄντι συμβεβηκὸς τὸ λευκόν, τῷ δὲ λευκῷ συμβεβηκὸς τὸ ὄν. καὶ οὐχ οὕτως λέγομεν, ὡς ἂν εἴποι τις τὸν Σωκράτην λευκὸν καὶ τὸ λευκὸν Σωκράτην: ἐν γὰρ ἀμφοτέροις ὁ Σωκράτης ὁ αὐτός. ἀλλ̓ ἴσως τὸ λευκὸν οὐ ταὐτόν: ἐπὶ γὰρ τοῦ τὸ λευκὸν Σωκράτης ἐμπεριείληπται ὁ Σωκράτης τῷ λευκῷ, ἐν δὲ τῷ Σωκράτης λευκὸς καθαρῶς συμβεβηκὸς τὸ λευκόν. καὶ ἐνταῦθα τὸ ὂν λευκὸν συμβεβηκὸς ἔχει τὸ λευκόν, ἐν δὲ τῷ τὸ λευκὸν ὂν τὸ λευκὸν συνειλημμένον τῷ ὄντι. καὶ ὅλως τὸ μὲν λευκὸν ἔχει τὸ εἶναι, ὅτι περὶ τὸ ὂν καὶ ἐν ὄντι: παῤ ἐκείνου οὖν τὸ εἶναι: τὸ δὲ ὂν παῤ αὑτοῦ τὸ ὄν, παρὰ δὲ τοῦ λευκοῦ τὸ λευκόν, οὐχ ὅτι αὐτὸ ἐν τῷ λευκῷ, ἀλλ̓ ὅτι τὸ λευκὸν ἐν αὐτῷ. ἀλλ̓ ἐπεὶ καὶ τοῦτο τὸ ὂν τὸ ἐν τῷ αἰσθητῷ οὐ παῤ αὑτοῦ ὄν, λεκτέον, ὅτι παρὰ τοῦ ὄντως ὄντος ἔχει τὸ ὄν, παρὰ δὲ τοῦ ὄντως λευκοῦ ἔχει τὸ λευκὸν εἶναι, κἀκείνου τὸ λευκὸν ἔχοντος κατὰ μετάληψιν τοῦ ἐκεῖ ὄντος ἔχοντος τὸ εἶναι.