Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.8-6
Not analysed yet
ἀλλὰ τὸ μὲν αἰσθητικὸν οὕτως. τὸ δὲ ἵππος ὅλος καὶ ἕκαστον τῶν ζῴων ἐκεῖ πῶς οὐ πρὸς τὰ ἐνταῦθα ἐθέλει βλέπειν; ἀλλ̓ εἰ μέν, ἵνα ἐνταῦθα ἵππος γένοιτο ἢ ἄλλο τι ζῷον, ἐξεῦρε νόησιν ἵππου: καίτοι πῶς οἷόν τε ἦν βουλόμενον ἵππον ποιῆσαι νοῆσαι ἵππον; ἤδη γὰρ δῆλον ὅτι ὑπῆρχεν ἵππου νόησις, εἴπερ ἠβουλήθη ἵππον ποιῆσαι: ὥστε οὐκ ἔστιν, ἵνα ποιήσῃ, νοῆσαι, ἀλλὰ πρότερον εἶναι τὸν μὴ γενόμενον ἵππον πρὸ τοῦ μετὰ ταῦτα ἐσομένου. εἰ οὖν πρὸ τῆς γενέσεως ἦν καὶ οὐχ, ἵνα γένηται, ἐνοήθη, οὐ πρὸς τὰ τῇδε βλέπων εἶχε παῤ ἑαυτῷ ὃς εἶχε τὸν ἐκεῖ ἵππον, οὐδ̓ ἵνα τὰ τῇδε ποιήσῃ, εἶχε τοῦτόν τε καὶ τὰ ἄλλα, ἀλλὰ ἦν μὲν ἐκεῖνα, ταῦτα δὲ ἐπηκολούθει ἐξ ἀνάγκης ἐκείνοις: οὐ γὰρ ἦν στῆναι μέχρι τῶν ἐκεῖ. τίς γὰρ ἂν ἔστησε δύναμιν μένειν τε καὶ προιέναι δυναμένην; ἀλλὰ διὰ τί ἐκεῖ ζῷα ταῦτα; τί γὰρ ἐν θεῷ ταῦτα; τὰ μὲν γὰρ λογικὰ ἔστω: ἀλόγων δὲ τοσοῦτον πλῆθος τί τὸ σεμνὸν ἔχει; τί δὲ οὐ τοὐναντίον; ὅτι μὲν οὖν πολλὰ δεῖ τοῦτο τὸ ἓν εἶναι ὂν μετὰ τὸ πάντη ἕν, δῆλον: ἢ οὐκ ἂν ἦν μετ̓ ἐκεῖνο, ἀλλ̓ ἐκεῖνο. μετ̓ ἐκεῖνο δὲ ὂν ὑπὲρ μὲν ἐκεῖνο πρὸς τὸ μᾶλλον ἓν γενέσθαι οὐκ ἦν, ἐλλεῖπον δὲ ἐκείνου: τοῦ δ̓ ἀρίστου ὄντος ἑνὸς ἔδει πλέον ἢ ἓν εἶναι: τὸ γὰρ πλῆθος ἐν ἐλλείψει. τί οὖν κωλύει δυάδα εἶναι; ἢ ἑκάτερον τῶν ἐν τῇ δυάδι οὐχ οἷόν τε ἦν ἓν παντελῶς εἶναι, ἀλλὰ πάλιν αὖ δύο τοὐλάχιστον εἶναι, καὶ ἐκείνων αὖ ὡσαύτως: εἶτα καὶ κίνησις ἦν ἐν τῇ δυάδι τῇ πρώτῃ καὶ στάσις, ἦν δὲ καὶ νοῦς, καὶ ζωὴ ἦν ἐν αὐτῷ: καὶ τέλειος νοῦς καὶ ζωὴ τελεία. ἦν τοίνυν οὐχ ὡς νοῦς εἷς, ἀλλὰ πᾶς καὶ πάντας τοὺς καθ̓ ἕκαστα νοῦς ἔχων καὶ τοσοῦτος, ὅσοι πάντες, καὶ πλείων: καὶ ἔζη οὐχ ὡς ψυχὴ μία, ἀλλ̓ ὡς πᾶσαι καὶ πλείω δύναμιν εἰς τὸ ποιεῖν ψυχὰς ἑκάστας ἔχων, καὶ ζῷον παντελὲς ἦν, οὐκ ἄνθρωπον ἐν αὑτῷ μόνον ἔχον: μόνος γὰρ ἄνθρωπος ἐνταῦθα ἦν.