Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.9-6
Not analysed yet
ἀλλ̓ ἔστω, φήσει τις, τὰ τίμια τῶν ζῴων: πῶς αὖ τὰ εὐτελῆ καὶ τὰ ἄλογα ἦν; τὸ εὐτελὲς δηλονότι τῷ ἀλόγως ἔχοντι, εἰ τῷ λογικῷ τὸ τίμιον: καὶ εἰ τῷ νοερῷ τὸ τίμιον, τῷ ἀνοήτῳ τὸ ἐναντίον. καίτοι πῶς ἀνόητον ἢ ἄλογον ἐκείνου ὄντος ἐν ᾧ ἕκαστα ἢ ἐξ οὗ; πρὸ δὴ τῶν περὶ ταῦτα καὶ πρὸς ταῦτα λεχθησομένων λάβωμεν, ὡς ὁ ἄνθρωπος ὁ ἐνταῦθα οὐ τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος, ὥστε καὶ τὰ ἄλλα ζῷα οὐχ οἷα τὰ ἐνταῦθα κἀκεῖ, ἀλλὰ μειζόνως δεῖ ἐκεῖνα λαμβάνειν: εἶτα οὑ̣̓?ʼὲ τὸ λογικὸν ἐκεῖ: ὧδε γὰρ ἴσως λογικός, ἐκεῖ δὲ ὁ πρὸ τοῦ λογίζεσθαι. διὰ τί οὖν ἐνταῦθα λογίζεται οὗτος, τὰ δ̓ ἄλλα οὔ; ἢ διαφόρου ὄντος ἐκεῖ τοῦ νοεῖν ἔν τε ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις, διάφορον καὶ τὸ λογίζεσθαι: ἔνι γάρ πως καὶ τοῖς ἄλλοις ζῴοις πολλὰ διανοίας ἔργα. διὰ τί οὖν οὐκ ἐπίσης λογικά; διὰ τί δὲ ἄνθρωποι πρὸς ἀλλήλους οὐκ ἐπίσης; δεῖ δὴ ἐνθυμεῖσθαι, ὡς τὰς πολλὰς ζωὰς οἷον κινήσεις οὔσας καὶ τὰς πολλὰς νοήσεις οὐκ ἐχρῆν τὰς αὐτὰς εἶναι, ἀλλὰ καὶ ζωὰς διαφόρους καὶ νοήσεις ὡσαύτως: τὰς δὲ διαφοράς πως φωτεινοτέρας καὶ ἐναργεστέρας καὶ τὸ ἐγγὺς δὲ τῶν πρώτων πρώτας καὶ δευτέρας καὶ τρίτας. διόπερ τῶν νοήσεων αἱ μὲν θεοί, αἱ δὲ δεύτερόν τι γένος, ἐν ᾧ τὸ λογικὸν ἐπίκλην ἐνταῦθα, ἑξῆς δ̓ ἀπὸ τούτων τὸ ἄλογον κληθέν: ἐκεῖ δὲ καὶ τὸ ἄλογον λεγόμενον λόγος ἦν, καὶ τὸ ἄνουν νοῦς ἦν, ἐπεὶ καὶ ὁ νοῶν ἵππον νοῦς ἐστι, καὶ ἡ νόησις ἵππου νοῦς ἦν. ἀλλ̓ εἰ μὲν νόησις μόνον, ἄτοπον οὐδὲν τὴν νόησιν αὐτὴν νόησιν οὖσαν ἀνοήτου εἶναι: νῦν δ̓ εἰ ταὐτὸν ἡ νόησις τῷ πράγματι, πῶς ἡ μὲν νόησις, ἀνόητον δὲ τὸ πρᾶγμα; οὕτω γὰρ ἂν νοῦς ἀνόητον ἑαυτὸν ποιοῖ. ἢ οὐκ ἀνόητον, ἀλλὰ νοῦς τοιόσδε: ζωὴ γὰρ τοιάδε. ὡς γὰρ ἡτισοῦν ζωὴ οὐκ ἀπήλλακται τοῦ εἶναι ζωή, οὕτως οὐδὲ νοῦς τοιόσδε ἀπήλλακται τοῦ εἶναι νοῦς: ἐπεὶ οὐδὲ ὁ νοῦς ὁ κατὰ ὁτιοῦν ζῷον ἀπήλλακται αὖ τοῦ νοῦς εἶναι πάντων, οἷον καὶ ἀνθρώπου, εἴπερ ἕκαστον μέρος, ὅ τι ἂν λάβῃς, πάντα, ἀλλ̓ ἴσως ἄλλως. ἐνεργείᾳ μὲν γὰρ ἐκεῖνο, δύναται δὲ πάντα: λαμβάνομεν δὲ καθ̓ ἕκαστον τὸ ἐνεργείᾳ: τὸ δ̓ ἐνεργείᾳ ἔσχατον, ὥστε τοῦδε τοῦ νοῦ τὸ ἔσχατον ἵππον εἶναι καὶ ᾗ ἔληξε προιὼν ἀεὶ εἰς ἐλάττω ζωὴν ἵππον εἶναι, ἄλλον δὲ κατωτέρω λῆξαι. ἐξελιττόμεναι γὰρ αἱ δυνάμεις καταλείπουσιν ἀεὶ εἰς τὸ ἄνω. προίασι δέ τι ἀφιεῖσαι καὶ ἐν τῷ ἀφεῖναι δὲ ἄλλα ἄλλα διὰ τὸ ἐνδεὲς τοῦ ζῴου, τοῦ φανέντος ἐκ τοῦ ἐλλείποντος, ἕτερον ἐξευροῦσαι προσθεῖναι: οἷον ἐπεὶ οὐκ ἔστιν ἔτι τὸ ἱκανὸν εἰς ζωήν, ἀνεφάνη ὄνυξ ταὶ τὸ γαμψώνυχον ἢ τὸ καρχαρόδουν ἢ κέρατος φύσις: ὥστε, ᾗ κατῆλθεν ὁ νοῦς, ταύτῃ πάλιν αὖ τῷ αὐτάρκει τῆς φύσεως ἀνακύψαι καὶ εὑρεῖν ἐν αὑτῷ τοῦ ἐλλείποντος κειμένην ἴασιν.