Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.8-7
Not analysed yet
ἡμεῖς δὲ θεωροῦμεν οὐ συμβεβηκὸς τὸ αὐτεξούσιον ἐκείνῳ, ἀλλὰ ἀπὸ τῶν περὶ τὰ ἄλλα αὐτεξουσίων ἀφαιρέσει τῶν ἐναντίων αὐτὸ ἐφ̓ ἑαυτοῦ πρὸς αὑτό: τὰ ἐλάττω ἀπὸ τῶν ἐλαττόνων μεταφέροντες ἀδυναμίᾳ τοῦ τυχεῖν τῶν ἃ προσήκει λέγειν περὶ αὐτοῦ, ταῦτα ἂν περὶ αὐτοῦ εἴποιμεν. καίτοι οὐδὲν ἂν εὕροιμεν εἰπεῖν οὐχ ὅτι κατ̓ αὐτοῦ, ἀλλ̓ οὐδὲ περὶ αὐτοῦ κυρίως: πάντα γὰρ ἐκείνου καὶ τὰ καλὰ καὶ τὰ σεμνὰ ὕστερα. τούτων γὰρ αὐτὸς ἀρχή: καίτοι ἄλλον τρόπον οὐκ ἀρχή. ἀποτιθεμένοις δὴ πάντα καὶ τὸ ἐπ’ αὐτῷ ὡς ὕστερον καὶ τὸ αὐτεξούσιον: ἤδη γὰρ εἰς ἄλλο ἐνέργειαν λέγει, καὶ ὅτι ἀνεμποδίστως καὶ ὄντων ἄλλων τῶν εἰς ἃ ἀκωλύτως. δεῖ δὲ ὅλως πρὸς οὐδὲν αὐτὸν λέγειν: ἔστι γὰρ ὅπερ ἔστι καὶ πρὸ αὐτῶν: ἐπεὶ καὶ τὸ ἔστιν ἀφαιροῦμεν, ὥστε καὶ τὸ πρὸς τὰ ὄντα ὁπωσοῦν: οὐδὲ δὴ τὸ ὡς πέφυκεν: ὕστερον γὰρ καὶ τοῦτο, καὶ εἰ λέγοιτο καὶ ἐπ’ ἐκείνων, ἐπὶ τῶν ἐξ ἄλλου ἂν λέγοιτο, ὥστε πρώτως ἐπὶ τῆς οὐσίας, ὅτι ἐξ ἐκείνου ἔφυ: εἰ δ̓ ἐν τοῖς ἐν χρόνῳ ἡ φύσις, οὐδ̓ ἐπὶ τῆς οὐσίας: οὐδὲ δὴ τὸ οὐ παῤ αὐτῆς εἶναι λεκτέον: τό τε γὰρ εἶναι ἀφῃροῦμεν, τό τε οὐ παῤ αὐτῆς λέγοιτο ἄν, ὅταν ὑπ’ ἄλλου. οὕτως οὖν συνέβη. ἢ οὐδὲ τὸ συνέβη λεκτέον: οὔτε γὰρ αὐτῷ οὔτε πρὸς ἄλλο: ἐν γὰρ πολλοῖς τὸ συνέβη, ὅταν τὰ μὲν ᾖ, τὸ δὲ ἐπὶ τούτοις συμβῇ. πῶς οὖν τὸ πρῶτον συνέβη; οὐδὲ γὰρ ἦλθεν, ἵνα ζητῇς πῶς οὖν ἦλθε; τύχη τίς ἤγαγεν ἢ ὑπέστησεν αὐτό; ἐπεὶ οὐδὲ τύχη πω ἦν οὐδὲ τὸ αὐτόματόν γε: καὶ γὰρ τὸ αὐτόματον καὶ παῤ ἄλλου καὶ ἐν γινομένοις.