Ancient Greek · ~12 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.9.1-2
Not analysed yet
ἀλλὰ πρὸς αὐτὸ εἴ τις λαμβάνοι τὸ συνέβη, οὔτοι δεῖ πρὸς τὸ ὄνομα ἵστασθαι, ἀλλὰ ὅπως νοεῖ ὁ λέγων συνιέναι. τί οὖν νοεῖ; τοῦτο, ὅτι ταύτην ἔχον τὴν φύσιν καὶ τὴν δύναμιν ἀρχή: καὶ γὰρ εἰ ἄλλην εἶχεν, ἦν ἂν τοῦτο, ὅπερ ἦν, καὶ εἰ χεῖρον, ἐνήργησεν ἂν κατὰ τὴν αὑτοῦ οὐσίαν. πρὸς δὴ τὸ τοιοῦτον λεκτέον, ὅτι μὴ οἷόν τε ἦν ἀρχὴν οὖσαν πάντων τὸ τυχὸν εἶναι, μὴ ὅτι χεῖρον, ἀλλ̓ οὐδ̓ ἀγαθὸν μέν, ἀγαθὸν δ̓ ἄλλως, οἷον ἐνδεέστερον. ἀλλὰ δεῖ κρείττονα εἶναι τὴν ἀρχὴν πάντων τῶν μετ̓ αὐτήν: ὥστε ὡρισμένον τι. λέγω δὲ ὡρισμένον, ὅτι μοναχῶς καὶ οὐκ ἐξ ἀνάγκης: οὐ γὰρ ἦν ἀνάγκη: ἐν γὰρ τοῖς ἑπομένοις τῇ ἀρχῇ ἡ ἀνάγκη καὶ οὐδὲ αὕτη ἔχουσα ἐν αὐτοῖς τὴν βίαν: τὸ δὲ μοναχὸν τοῦτο παῤ αὑτοῦ. τοῦτο οὖν καὶ οὐκ ἄλλο, ἀλλ̓ ὅπερ ἐχρῆν εἶναι: οὐ τοίνυν οὕτω συνέβη, ἀλλ̓ ἔδει οὕτω: τὸ δ̓ ἔδει τοῦτο ἀρχὴ τῶν ὅσα ἔδει. τοῦτο τοίνυν οὐκ ἂν οὕτως εἴη, ὡς συνέβη: οὐ γὰρ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἐχρῆν εἶναι, μᾶλλον δὲ οὐδὲ ὅπερ ἐχρῆν. ἀλλὰ ἀναμένειν δεῖ τὰ ἄλλα, τί ποτε αὐτοῖς ὁ βασιλεὺς φανείη, καὶ τοῦτο, ὅπερ ἔστιν αὐτός, τοῦτο αὐτὸν θέσθαι οὐχ ὡς συνέβη φανέντα, ἀλλὰ ὄντως βασιλέα καὶ ὄντως ἀρχὴν καὶ τὸ ἀγαθὸν ὄντως, οὐκ ἐνεργοῦντα κατὰ τὸ ἀγαθόν: οὕτω γὰρ ἂν δόξειεν ἕπεσθαι ἄλλῳ: ἀλλ̓ ὄντα ἕν, ὅπερ ἔστιν, ὥστε οὐ κατ̓ ἐκεῖνο, ἀλλ̓ ἐκεῖνο. εἰ τοίνυν οὐδὲ ἐπὶ τοῦ ὄντος τὸ συνέβη —τῷ γὰρ ὄντι, εἴ τι συμβήσεται, συνέβη, ἀλλ̓ οὐκ αὐτὸ τὸ ὂν συνέβη, οὐδὲ συνέκυρσε τὸ ὂν οὕτως εἶναι οὐδὲ παῤ ἄλλου τὸ οὕτως εἶναι ὄν, ὡς ἔστιν, ἀλλ̓ αὕτη ὄντος φύσις ὂν εἶναι —πῶς ἄν τις ἐπὶ τοῦ ἐπέκεινα ὄντος τοῦτο ἐνθυμοῖτο τὸ οὕτω συνέβη, ᾧ ὑπάρχει γεγεννηκέναι τὸ ὄν, ὃ οὐχ οὕτω συνέβη, ἀλλ̓ ἔστιν, ὥς ἐστιν ἡ οὐσία οὖσα ὅπερ ἔστι, καὶ ὅπερ ἐστὶ νοῦς: ἐπεὶ οὕτως τις καὶ τὸν νοῦν εἴποι οὕτω συνέβη νοῦν εἶναι, ὥσπερ ἄλλο τι ἂν τὸν νοῦν ἐσόμενον ἢ τοῦτο, ὃ δὴ φύσις ἐστὶ νοῦ. τὸ δὴ οὐ παρεκβεβηκὸς ἑαυτό, ἀλλ̓ ἀκλινὲς ὂν ἑαυτοῦ, αὐτὸ ἄν τις κυριώτατα λέγοι εἶναι ὃ ἔστι. τί ἂν οὖν τις λέγοι ἐκεῖ εἰς τὸ ὑπὲρ τοῦτο ἀναβὰς καὶ εἰσιδών; ἆρά γε τὸ οὕτως, ὡς εἶδεν αὐτὸν ἔχοντα τὸ οὕτω, συνέβη; ἢ οὔτε τὸ οὕτω οὔτε τὸ ὁπωσοῦν συνέβη: ἀλλ̓ οὐδὲ ὅλως τὸ συνέβη, ἀλλὰ τὸ οὕτω μόνον καὶ οὐκ ἂν ἄλλως, ἀλλ̓ οὕτως. ἀλλ̓ οὐδὲ τὸ οὕτως: οὕτω γὰρ ἂν ὁρίσας εἴης καὶ τόδε τι: ἀλλ̓ ἔστι τῷ ἰδόντι οὐδὲ τὸ οὕτως εἰπεῖν δύνασθαι οὐδ̓ αὖ τὸ μὴ οὕτως: τὶ γὰρ ἂν εἴποις αὐτὸ τῶν ὄντων, ἐφ̓ ὧν τὸ οὕτως. ἄλλο τοίνυν παῤ ἅπαντα τὸ οὕτως. ἀλλ̓ ἀόριστον ἰδὼν πάντα μὲν ἕξεις εἰπεῖν τὰ μετ̓ αὐτό, φήσεις δὲ οὐδὲν ἐκείνων εἶναι, ἀλλά, εἴπερ, δύναμιν πᾶσαν αὑτῆς ὄντως κυρίαν, τοῦτο οὖσαν ὃ θέλει, μᾶλλον δὲ ὃ θέλει ἀπορρίψασαν εἰς τὰ ὄντα, αὐτὴν δὲ μείζονα παντὸς τοῦ θέλειν οὖσαν τὸ θέλειν μετ̓ αὐτὴν θεμένην. οὔτ̓ οὖν αὐτὴ ἠθέλησε τὸ οὕτως, ἵνα ἂν εἵπετο, οὔτε ἄλλος πεποίηκεν οὕτως.