Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.9-5
Not analysed yet
λείπεται τοίνυν θεωρεῖν, πότερα ἡ οὐσία τὸν ἀριθμὸν ἐγέννησε τῷ αὐτῆς μερισμῷ, ἢ ὁ ἀριθμὸς ἐμέρισε τὴν οὐσίαν: καὶ δὴ καὶ ἡ οὐσία καὶ κίνησις καὶ στάσις καὶ ταὐτὸν καὶ ἕτερον αὐτὰ τὸν ἀριθμὸν ἢ ὁ ἀριθμὸς ταῦτα. ἀρχὴ δὲ τῆς σκέψεως: ἆῤ οἷόν τε ἀριθμὸν εἶναι ἐφ̓ ἑαυτοῦ ἢ δεῖ καὶ τὰ δύο ἐπὶ δυσὶ πράγμασι θεωρεῖσθαι, καὶ τὰ τρία ὡσαύτως; καὶ δὴ καὶ τὸ ἓν τὸ ἐν τοῖς ἀριθμοῖς; εἰ γὰρ ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἀριθμητῶν δύναιτο εἶναι, πρὸ τῶν ὄντων δύναιτο ἂν εἶναι. ἆῤ οὖν καὶ πρὸ τοῦ ὄντος; ἢ τοῦτο ἐατέον καὶ πρὸ ἀριθμοῦ ἐν τῷ παρόντι καὶ δοτέον ἀριθμὸν ἐξ ὄντος γίνεσθαι. ἀλλ̓ εἰ τὸ ἓν ἓν ὄν ἐστι καὶ τὰ δύο δύο ὄντα ἐστί, προηγήσεται τοῦ τε ὄντος τὸ ἓν καὶ ὁ ἀριθμὸς τῶν ὄντων. ἆῤ οὖν τῇ ἐπινοίᾳ καὶ τῇ ἐπιβολῇ; ἢ καὶ τῇ ὑποστάσει. σκεπτέον δὲ ὧδε: ὅταν τις ἄνθρωπον ὄντα νοῇ καὶ καλὸν ἕν, ὕστερον δήπου τὸ ἓν νοεῖ ἐφ̓ ἑκατέρῳ: καὶ δὴ καὶ ὅταν ἵππον καὶ κύνα: καὶ δὴ σαφῶς τὰ δύο ἐνταῦθα ὕστερον. ἀλλ̓ εἰ γεννῴη ἄνθρωπον καὶ γεννῴη ἵππον καὶ κύνα ἢ ἐν αὑτῷ ὄντας προφέροι καὶ μὴ κατὰ τὸ ἐπελθὸν μήτε γεννῴη μήτε προφέροι, ἆῤ οὐκ ἐρεῖ ʽεἰς ἓν ἰτέον καὶ μετιτέον εἰς ἄλλο ἓν καὶ δύο ποιητέον καὶ μετ̓ ἐμοῦ καὶ ἄλλο ποιητέον̓; καὶ μὴν οὐδὲ τὰ ὄντα, ὅτε ἐγένετο, ἠριθμήθη, ἀλλ̓ ὅσα δεῖ γενέσθαι δῆλον ἦν, ὅτε ἔδει. πᾶς ἄρα ὁ ἀριθμὸς ἦν πρὸ αὐτῶν τῶν ὄντων. ἀλλ̓ εἰ πρὸ τῶν ὄντων, οὐκ ἦν ὄντα. ἢ ἦν ἐν τῷ ὄντι, οὐκ ἀριθμὸς ὢν τοῦ ὄντος —ἓν γὰρ ἦν ἔτι τὸ ὄν —ἀλλ̓ ἡ τοῦ ἀριθμοῦ δύναμις ὑποστᾶσα ἐμέρισε τὸ ὂν καὶ οἷον ὠδίνειν ἐποίησεν αὐτὸ τὸ πλῆθος: ἢ γὰρ ἡ οὐσία αὐτοῦ ἢ ἡ ἐνέργεια ἀριθμὸς ἔσται καὶ τὸ ζῷον αὐτὸ καὶ ὁ νοῦς ἀριθμός. ἆῤ οὖν τὸ μὲν ὂν ἀριθμὸς ἡνωμένος, τὰ δὲ ὄντα ἐξεληλιγμένος ἀριθμός, νοῦς δὲ ἀριθμὸς ἐν ἑαυτῷ κινούμενος, τὸ δὲ ζῷον ἀριθμὸς περιέχων; ἐπεὶ καὶ ἀπὸ τοῦ ἑνὸς γενόμενον τὸ ὄν, ὡς ἦν ἓν ἐκεῖνο, δεῖ αὐτὸ οὕτως ἀριθμὸν εἶναι: διὸ καὶ τὰ εἴδη ἔλεγον καὶ ἑνάδας καὶ ἀριθμούς. καὶ οὗτός ἐστιν ὁ οὐσιώδης ἀριθμός: ἄλλος δὲ ὁ μοναδικὸς λεγόμενος εἴδωλον τούτου. ὁ δὲ οὐσιώδης ὁ μὲν ἐπιθεωρούμενος τοῖς εἴδεσι καὶ συγγεννῶν αὐτά, πρώτως δὲ ὁ ἐν τῷ ὄντι καὶ μετὰ τοῦ ὄντος καὶ πρὸ τῶν ὄντων. βάσιν δὲ ἔχει τὰ ὄντα ἐν αὐτῷ καὶ πηγὴν καὶ ῥίζαν καὶ ἀρχήν. καὶ γὰρ τῷ ὄντι τὸ ἓν ἀρχὴ καὶ ἐπὶ τούτου ἐστὶν ὄν: σκεδασθείη γὰρ ἄν: ἀλλ̓ οὐκ ἐπὶ τῷ ὄντι τὸ ἕν: ἤδη γὰρ ἂν εἴη ἓν πρὶν τυχεῖν τοῦ ἑνός, καὶ ἤδη τὸ τυγχάνον τῆς δεκάδος δεκὰς πρὶν τυχεῖν τῆς δεκάδος.