Ancient Greek · ~2 min
15.2 to 15.3
Plutarch, Γάλβας 15.2-3
Not analysed yet
ἔτι δὲ μᾶλλον ἠνίασεν αὐτοὺς ἀνὴρ ὑπατικὸς καί Νέρωνι πιστὸς ἀποθανεῖν κελευσθείς, Πετρώνιος Τουρπιλιανός. Μάκρον γὰρ ἐν Λιβύῃ διὰ Τρεβωνίου καὶ Φοντήϊον ἐν Γερμανίᾳ διὰ Οὐάλεντος ἀνελὼν πρόφασιν εἶχεν ἐν ὅπλοις καί στρατοπέδοις ὄντας φοβηθῆναι. Τουρπιλιανὸν δέ, γέροντα γυμνὸν καί ἄνοπλον, λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν ἔργῳ φυλάξειν ἔμελλε. ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις. ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα ὁ Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας·