Ancient Greek · ~3 min
Chapter 15
Plutarch, Γάλβας 15.4
Not analysed yet
καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν οὔτʼ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτʼ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλʼ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν κελεύσαντος, ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλʼ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλʼ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.