Ancient Greek
Chapter 3
Plutarch, Γάλβας 3.2
Not analysed yet
ἦν δέ τι καὶ Λιβίᾳ τῇ Καίσαρος γυναικὶ κατὰ γένος προσήκων ὁ Γάλβας, καὶ διὰ τοῦτο Λιβίας παρασχούσης ὕπατος ἐκ Παλατίου προῆλθε. λέγεται δὲ καὶ στρατεύματος ἐν Γερμανίᾳ καλῶς ἄρξαι καὶ Λιβύης ἀνθύπατος γενόμενος σὺν ὀλίγοις ἐπαινεθῆναι. τὸ δὲ εὔκολον αὐτοῦ τῆς διαίτης καὶ φειδωλὸν ἐν δαπάναις καὶ ἀπέριττον αἰτίαν ἔσχεν αὐτοκράτορος γενομένου μικρολογίας, ἣν ἕωλόν τινα δόξαν εὐταξίας ἔφερε καὶ σωφροσύνης.