Ancient Greek · ~1 min
Chapter 3
Plutarch, Γάλβας 3.3
Not analysed yet
ἐπέμφθη δὲ ὑπὸ Νέρωνος Ἰβηρίας ἄρχων, οὔπω δεδιδαγμένου φοβεῖσθαι τοὺς ἐν ἀξιώμασι μεγάλους τῶν πολιτῶν. ἐκείνῳ δὲ καὶ φύσει δοκοῦντι πρᾴῳ γεγονέναι προσετίθει πίστιν εὐλαβείας τὸ γῆρας.