Ancient Greek · ~2 min
Chapter 14
Plutarch, Λούκουλλος 14.1
Not analysed yet
πολλῶν δὲ Λουκούλλῳ παραινούντων ἀναβάλλεσθαι τὸν πόλεμον, οὐ φροντίσας ἐνέβαλε διὰ Βιθυνίας καὶ Γαλατίας εἰς τὴν βασιλικήν, ἐν ἀρχῇ μὲν ἐνδεὴς τῶν ἀναγκαίων, ὥστε Γαλάτας ἕπεσθαι τρισμυρίους ἕκαστον ἐπὶ τῶν ὤμων κομίζοντα σίτου μέδιμνον, προϊὼν δὲ καὶ κρατῶν ἁπάντων εἰς τοσαύτην ἦλθεν εὐπορίαν, ὥστε τὸν μὲν βοῦν ἐν στρατοπέδῳ δραχμῆς, τὸ δὲ ἀνδράποδον τεττάρων ὤνιον εἶναι, τὴν δʼ ἄλλην λείαν ἐν οὐδενὶ λόγῳ τοὺς μὲν ἀπολείπειν, τοὺς δὲ ἀναλίσκειν. διάθεσις γὰρ ἦν οὐδενὸς πρὸς οὐδένα πάντων εὐπορούντων.