Ancient Greek · ~3 min
14.2 to 14.4
Plutarch, Λούκουλλος 14.2-4
Not analysed yet
ἀλλʼ ὅσον φθεῖραι καὶ κακῶσαι τὴν χώραν ἱππασάμενοι καὶ καταδραμόντες ἄχρι Θεμισκύρας καὶ τῶν περὶ Θερμώδοντα πεδίων, ᾐτιῶντο τὸν Λούκουλλον, ὅτι πάσας προσάγεται τὰς πόλεις, κατὰ κράτος δὲ οὐδεμίαν ᾕρηκεν οὐδὲ παρέσχηκεν αὐτοῖς ὠφεληθῆναι διαρπάσασιν. ἀλλὰ καὶ νῦν, ἔφασαν, Ἀμισόν, πόλιν εὐδαίμονα καὶ πλουσίαν, οὐ μέγα ὂν ἔργον, εἴ τις ἐντείναι τὴν πολιορκίαν, κατασχεῖν, ἀπολιπόντας ἡμᾶς ἄγει περὶ τὴν Τιβαρηνῶν καὶ Χαλδαίων ἐρημίαν Μιθριδάτῃ πολεμήσοντας. ἀλλὰ ταῦτα μὲν οὐκ ἂν ὁ Λούκουλλος ἐλπίσας εἰς τοσοῦτον ἀπονοίας τοὺς στρατιώτας παραγαγεῖν, ὅσον ὕστερον ἐξέφηναν, ὑπερεώρα καὶ οὐκ ἐφρόντιζεν, ἐκείνοις δʼ ἀπελογεῖτο μᾶλλον, οἳ βραδυτῆτα κατηγόρουν αὐτοῦ διατρίβοντος ἐνταῦθα περὶ κώμας καὶ πόλεις οὐ πολλοῦ τινος ἀξίας πολὺν χρόνον, ἐῶντος δʼ αὔξεσθαι Μιθριδάτην. αὐτὸ γὰρ, ἔφη, τοῦτο καὶ βούλομαι καὶ κάθημαι τεχνάζων, μέγαν αὖθις γενέσθαι τὸν ἄνδρα καὶ συναγαγεῖν αὐτὸν ἀξιόμαχον δύναμιν, ἵνα μείνῃ καὶ μὴ φύγῃ προσιόντας ἡμᾶς.