Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Λούκουλλος 21.1
Not analysed yet
Ἄππιος δὲ Κλώδιος, ὁ πεμφθεὶς πρὸς Τιγράνην ἦν δὲ ὁ Κλώδιος ἀδελφὸς τῆς τότε Λουκούλλῳ συνοικούσης πρῶτον μὲν ὑπὸ τῶν βασιλικῶν ὁδηγῶν κύκλον τινὰ καὶ περιβολὴν ἔχουσαν οὐκ ἀναγκαίαν καὶ πολυήμερον ὁδὸν διὰ τῆς ἄνω χώρας ἀγόμενος, μηνύσαντος αὐτῷ τὴν εὐθεῖαν ὁδὸν ἀπελευθέρου Σύρου τὸ γένος, ἐκτρέπεται τῆς μακρᾶς ἐκείνης καὶ σοφιστικῆς, ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς, καὶ διʼ ἡμερῶν ὀλίγων τὸν Εὐφράτην περάσας εἷς Ἀντιόχειαν ἧκε τὴν ἐπὶ Δάφνης.