Ancient Greek · ~5 min
21.2 to 21.5
Plutarch, Λούκουλλος 21.2-5
Not analysed yet
ἔπειτα Τιγράνην αὐτοῦ κελευσθεὶς περιμένειν ἀπῆν γὰρ ἐνίας ἔτι τῶν ἐν Φοινίκῃ πόλεων καταστρεφόμενος, πολλοὺς μὲν ᾠκειώσατο τῶν ὑπούλως ἀκροωμένων τοῦ Ἀρμενίου δυναστῶν, ὧν εἷς ἦν καὶ Ζαρβιηνὸς ὁ τῆς Γορδυηνῆς βασιλεύς, πολλαῖς δὲ κρύφα τῶν δεδουλωμένων πόλεων διαπεμπομέναις πρὸς αὑτὸν ὑπέσχετο τὴν Λουκούλλου βοήθειαν, ἐν τῷ παρόντι κελεύσας ἡσυχάζειν. ἦν γὰρ οὐκ ἀνασχετὸς ἡ τῶν Ἀρμενίων ἀρχὴ τοῖς Ἕλλησιν, ἀλλὰ χαλεπή καὶ μάλιστα τοῦ βασιλέως αὐτοῦ τὸ φρόνημα τραγικὸν καὶ ὑπέρογκον ἐν ταῖς μεγάλαις εὐτυχίαις ἐγεγόνει, πάντων, ὅσα ζηλοῦσιν οἱ πολλοὶ καὶ θαυμάζουσιν, οὐ μόνον ὄντων περὶ αὐτόν, ἀλλὰ καὶ διʼ αὑτὸν γεγονέναι δοκούντων. ἀρξάμενος γὰρ ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἐλπίδος ἔθνη πολλὰ κατεστρέψατο, καὶ τὴν Πάρθων, ὡς ἄλλος οὐδεὶς, δύναμιν ἐταπείνωσεν, Ἑλλήνων δὲ τὴν Μεσοποταμίαν ἐνέπλησε, πολλοὺς μὲν ἐκ Κιλικίας, πολλοὺς δʼ ἐκ Καππαδοκίας ἀνασπάστους κατοικίζων. ἐκίνησε δʼ ἐξ ἠθῶν καὶ Ἄραβας τοὺς Σκηνίτας μεταγαγὼν καὶ πλησίον ἱδρύσας, ὅπως χρῷτο διʼ ἐκείνων ταῖς ἐμπορίαις. βασιλεῖς δὲ πολλοὶ μὲν ἦσαν οἱ θεραπεύοντες αὐτόν, τέσσαρες δέ, οὓς ἀεὶ περὶ αὑτὸν εἶχεν ὥσπερ ὀπαδοὺς ἢ δορυφόρους, ἱππότῃ μὲν ἐλαύνοντι πεζοὺς παραθέοντας ἐν χιτωνίσκοις, καθημένῳ δὲ καὶ χρηματίζοντι περιεστῶτας ἐπηλλαγμέναις διʼ ἀλλήλων ταῖς χερσίν, ὅπερ ἐδόκει μάλιστα τῶν σχημάτων ἐξομολόγησις εἶναι δουλείας, οἷον ἀποδομένων τὴν ἐλευθερίαν καὶ τὸ σῶμα τῷ κυρίῳ παρεχόντων παθεῖν ἑτοιμότερον ἢ ποιῆσαι.