Ancient Greek
Chapter 21
Plutarch, Λούκουλλος 21.6
Not analysed yet
ταύτην μέντοι τὴν τραγῳδίαν οὐχ ὑποτρέσας οὐδʼ ἐκπλαγεὶς ὁ Ἄππιος, ὡς ἔτυχε λόγου πρῶτον, ἄντικρυς ἥκειν ἔφη Μιθριδάτην ἀπάξων ὀφειλόμενον τοῖς Λουκούλλου θριάμβοις ἢ καταγγελῶν Τιγράνῃ πόλεμον, ὥστε τὸν Τιγράνην, καίπερ ἐν διαχύσει τοῦ προσώπου καὶ μειδιάματι πεπλασμένῳ πειρώμενον ἀκούειν τῶν λόγων, μὴ λαθεῖν τοὺς παρόντας ἠλλοιωμένον τῇ παρρησίᾳ τοῦ νεανίσκου, φωνῆς σχεδὸν ἐλευθέρας ἀκούοντα διὰ πέντε καὶ εἴκοσιν ἐτῶν τοσαῦτα γὰρ ἐβασίλευσε, μᾶλλον δὲ ὕβρισεν.